Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1
Acta Barnabae, Περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου Βαρνάβα τοῦ ἀποστόλου 1.21
Not analysed yet
Ἐκειθέν τε ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ ἡμῖν καὶ Τίμων. καὶ ἐλθόντων ἡμῶν εἰς Κιτιεῖς, πολλοῦ θορύβου γενομένου κἀκεῖ ἐν τῷ ἱπποδρομίῳ αὐτῶν, μαθόντες ἐξήλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῇ τύλῃ μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου.