# Acta Joannis (recenscio) 42

Acta Joannis, Acta Joannis (recenscio), Chapter 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-joannis/acta-joannis-recenscio/42

42 Καὶ εὐθέως σεισμὸς ἐγένετο καὶ βροντὴ φοβερὰ καὶ κατεστράφη ὁ ναὸς τῆς Ἀρτέμιδος ἄνω κάτω, καὶ τὰ εἴδωλα πάντα συνετρίβησαν, καὶ πλῆθος τοῦ λαοῦ ἐκ τοῦ φόβου ἀπέθανον. ἰδόντες δὲ οἱ λοιποὶ τὸ γεγονὸς εἶπον· Οὐαὶ ἡμῖν· ἕως πότε παροργίζομεν τὸν θεὸν ἀνεχόμενος ἐπὶ ταῖς κακίαις ἡμῶν; μή ποτε ἐν τῇ ἀπιστίᾳ ἡμῶν πανολεθρίᾳ παραπέμψει ἡμᾶς καὶ τὴν πόλιον ἡμῶν. Καὶ ἐλθόντες ἅπαντες ὁμοθυμαδὸν κράζοντες καὶ λέγοντες· Μηδαμῶς ἀπολλώμεθα δοῦλε τοῦ θεοῦ, ἀλλʼ εὖξαι ὑπὲρ ἡμῶν. νῦν ἔγνωμεν ὅτι παρὰ θεοῦ ἀπεστάλης ἐπὶ σωτηρίᾳ ἡμῶν καὶ μέγας ἐστὶν ὁ θεὸς ὃν κηρύττεις καὶ οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ.

---

Acta Joannis, Acta Joannis (recenscio), ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0317.tlg002.local001/.
