# Acta Joannis (recenscio) 56

Acta Joannis, Acta Joannis (recenscio), Chapter 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-joannis/acta-joannis-recenscio/56

56 Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὡς ἦν Ἰωάννης καθεζόμενος πέρδιξ διαπτᾶσα καὶ ἐλθοῦσα ἐκονίζετο ἔμπροσθεν αὐτοῦ. ὁ οὖν Ἰωάννης βλέπων αὐτὸ ἐθαύμαζεν. ἱερεὺς δέ τις ἐλθών, εἷς τῶν ἀκροατῶν ὤν, εἰσελθὼν πρὸς Ἰωάννην, εἶδεν τὴν πέρδικα κονιζομένην ἔμπροσθεν αὐτοῦ· καὶ σκανδαλισθεὶς ἐν ἑαυτῷ ἔλεγεν· Ὁ τοιοῦτος καὶ τηλικοῦτος τέρπεται ἐπὶ πέρδικος κονιαζομένης; Γνοὺς δὲ ὁ Ἰωάννης τῷ πνεύματι τὴν ἐνθύμησιν αὐτοῦ εἶπεν πρὸς αὐτόν· Ἄμεινον ἦν καὶ σὲ τέκνον ὁρᾶν πέρδικα κονιζομένην καὶ μὴ εἰς αἰσχρὰς καὶ βεβήλους πράξεις μολύνεσθαι. ὁ γὰρ πάντων τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ἀναμένων διὰ τοῦτο ἐνταῦθά σε ἤγαγεν· ἐπεὶ ἐγὼ πέρδικος κονιζομένης οὐ χρῄζω· ἡ γὰρ πέρδιξ ἡ σή ἐστιν ψυχή.

---

Acta Joannis, Acta Joannis (recenscio), ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0317.tlg002.local001/.
