Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.Πρᾶξις ε´ γεναμένη ἐν πόλει Νικάτηρα καὶ περὶ τοῦ Ἱερέως.
Not analysed yet
(1) Φίλιππος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος πρὸ ὀφθαλμῶν θέμενος ἀνελθεῖν καὶ εἰς Νικάτηρα πόλιν οὕτω λεγομένην τῆς Ἑλλάδος, ἠκολούθησαν αὐτῷ πολλοὶ μαθηταί, καὶ ἦσαν ἀγαλλιώμενοι. βαδίζοντες οὖν σὺν αὐτῷ ἐθεώρουν τὴν χάριν τῆς ἀποκαλύψεως τοῦ Χριστοῦ· ἐν οἷς ἦν ὁ Φίλιππος ἡμέρας καὶ νυκτὸς μὴ διαλιμπάνων ὁμιλῶν μετ᾽ αὐτῶν καὶ διδάσκων αὐτοὺς τὰ μεγαλεῖα τοῦ Χριστοῦ καὶ τὴν σωτηρίαν καὶ τὴν πρᾳότητα καὶ τὴν ἐλπίδα τῆς αἰωνίου ζωῆς.