Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.11
Not analysed yet
(6) Οἱ δὲ φιλόσοφοι ἀλλήλους συναθροίσαντες οἱ τριακόσιοι ἐλάλησαν μετ᾽ ἀλλήλων λέγοντες· Οἴδατε ὅτι ὁ ἀνὴρ οὗτος ξένην φιλοσοφίαν ἤγαγεν, καὶ οἱ λόγοι οἱ παρ᾽ αὐτοῦ εἰρημένοι εἰς ἔκστασιν ἡμᾶς φέρουσιν· τί οὖν ποιήσωμεν περὶ αὐτοῦ ἢ περὶ τοῦ ὀνόματος τοῦ λεγομένου Ἰησοῦ τοῦ βασιλέως τῶν αἰώνων ὃν λέγει; Καὶ ἔτι εἰς ἀλλήλους φησὶν ὅτι Τάχα ἡμεῖς οὐ δυνάμεθα πρὸς αὐτὸν διαλέγεσθαι, εἰ μὴ ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων. εἰ οὗν δοκεῖ, ἀποστείλωμεν πρὸς αὐτὸν ὅπως αὐτὸς ἀντιστῇ τῷ ξένῳ τούτῳ, καὶ ἀκριβῶς μάθωμεν τὸ εὐαγγελιζόμενον ὄνομα.