Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.134
Not analysed yet
(28) Ἀπέμειναν δὲ ὅ τε Στάχυς καὶ πᾶς ὁ οἶκος αὐτοῦ, καὶ ἡ τοῦ ἀνθυπάτου γυνή, καὶ ἄλλαι πεντήκοντα γυναῖκες αἵτινες ἐπίστευσαν σὺν αὐτῇ ἐπὶ τὸν κύριον, καὶ ἄλλο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ παρθένοι ἑκατόν, αἵτινες οὐ κατεποντίσθησαν διὰ τὴν ἁγνείαν αὐτῶν, ἐσφραγισμέναι τῇ σφραγῖδι τοῦ Χριστοῦ.