Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.14
Not analysed yet
(9) Καὶ ἐνδυσάμενος τὸ ἔνδυμα τὸ ἀρχιερατικὸν παρεγένετο εἰς τὴν Ἑλλάδα ἐν μεγάλῃ φαντασίᾳ μετὰ τῶν πεντακοσίων ἀνδρῶν. ὁ δὲ Φίλιππος ἦν ἐν οἰκίᾳ πρώτου τινὸς τῆς πόλεως μετὰ τῶν πεπιστευκότων ἀδελφοῶν. ὁ δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ καὶ οἱ τριακόσιοι φιλόσοφοι ἀνῆλθον εἰς τὸ προπύλαιον τῆς οἰκίας ἔνθα ἧν ὁ Φίλιππος. καὶ ἐμηνύθη τῷ Φιλίππῳ ἑστάναι αὐτοὺς ἔξω· καὶ ἀναστὰς ἐξῆλθεν. καὶ ὡς εἶδεν αὐτὸν ὁ ἀρχιερεύς, λέγει πρὸς αὐτόν· Ὧ Φίλιππε φαρμακὲ καὶ μάγε· γνωρίζω γάρ σε ὅτι εἰς Ἱερουσαλὴμ ὁ κύριός σου ὁ πλάνος ὠνόμασέν σε υἱὸν βροντῆς· οὐκ ἤρκεσεν ὑμῖν πᾶσα ἡ Ἰουδαία, ἀλλὰ καὶ ὧδε ἤλθατε πλανῆσαι Ἀθηναίους ἄνδρας φιλοσόφους; Καὶ ὁ Φίλιππος εἶπεν· Εἴθε ὦ Ἀνανία ἀφῄρητο τὸ κάλυμμά σου τῆς ἀπιστίας ἀπὸ τῆς καρδίας σου, ἵνα γνῷς τοὺς λόγους σου καὶ ἀπ᾽ αὐτῶν μάθῃς εἰ ἄρα πλάνος ἐγὼ ἢ σύ.