Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.17
Not analysed yet
(12) Ταῦτα ἀκούσας ὁ ἀρχιερεὺς ἔδραμεν ἐπὶ τὸν Φίλιππον μαστίξαι θέλων αὐτόν, καὶ αὐτῇ τῇ ὥρᾳ ὅλη ἡ χεὶρ αὐτοῦ ἐξηράνθη καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐτυφλώθησαν· ὁμοίως δὲ καὶ οἱ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ ἐτυφλώθησαν καὶ αὐτοί. καὶ ἐνύβριζον καὶ κατεθεμάτιζον τὸν ἀρχιερέα λέγοντες ὅτι Ἐξερχόμενοι τὴν Ἰερουσαλὴμ ἐλέγομέν σοι· Κατάστειλον· ἄνθρωποι γὰρ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα. Ἀλλὰ δεόμεθά σου ἀπόστολε τοῦ θεοῦ τοῦ Ἰησοῦ Φίλιππε, δὸς ἡμῖν τὸ δι᾽ αὐτοῦ φῶς, ἵνα καὶ ἡμεῖς ἀληθῶς αὐτοῦ ἐσόμεθα δοῦλοι.