Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.19
Not analysed yet
(14) Λέγει ὁ ἀρχιερεὺς τῷ Φιλίππῳ· Ἆρα μὴ νομίζεις ἀποστρέψαι ἡμᾶς ἀπὸ τῶν παραδόσεων τῶν πατέρων ἡμῶν καὶ τοῦ θεοῦ τῆς ἐρήμου τὸ μάννα καὶ Μωσέως, καὶ προσδοκᾷς ἐξακολουθῆσαι ἡμᾶς τῷ Ναζωραίῳ, τῷ Ἰησοῦ; Εἶτα λέγει αὐτῷ ὁ Φίλιππος· Ἰδοὺ δεηθήσομαι τοῦ θεοῦ μου ἵνα ἔλθῃ καὶ φανερώσῃ ἑαυτὸν ἔμπροσθέν σου καὶ τῶν πεντακοσίων καὶ ἐνώπιον τῶν ὧδε πάντων· ἴσως γὰρ πιστεύσεις μετανοήσας. ἐὰν δὲ μέχρι τέλους ἐπιμείνῃς τῇ ἀπιστίᾳ, ἔρχεται ἐπὶ σὲ παράδοξον πρᾶγμα, ὅπερ λαληθήσεται εἰς γενεὰς γενεῶν, ὥστε καὶ κατέλθῃς ζῶν κάτω εἰς τὸν ᾅδην ἐνώπιον πάντων τῶν ὁρώντων σε ὅτι ἔτι διαμένεις ἐν τῇ ἀπιστίᾳ, ὅτι καὶ ζητεῖς ἀποστρέψαι τὸ πλῆθος τοῦτο ἀπὸ τῆς ἀληθινῆς ζωῆς. Καὶ ὁ Φίλιππος προσηύξατο λέγων· Ὦ πάτερ ἅγιε τοῦ ἁγίου υἱοῦ Ἰησοῦ Χριστοῦ, ὁ χαρισάμενός μοι τὸ εἰς αὐτὸν πιστεύειν, πέμψον σου τὸν ἀγαπητὸν υἱὸν Ἰησοῦν Χριστὸν ἐλέγξαι τὸν ἄπιστον ἀρχιερέα, ἵνα τὸ σὸν ὄνομα ἐν τῷ ἀγαπητῷ Χριστῷ δοξασθῇ.