Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.2
Not analysed yet
Ὁ δὲ ἀπόστολος εἶπεν· Οὐδὲν ξένον πέπονθας ὦ μῆτερ τοιαῦτα πλανηθεῖσα ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἀπόλλοντος τὰς ψυχάς· οὕτως γὰρ ὁ διάβολος πλανᾷ τοὺς ἀνθρώπους, καὶ ὑστεροῦνται τῆς αἰωνίου ζωῆς. σὺ δὲ κατάστειλον τὸν κοπετὸν, καὶ ἄρτι σου τὸ τέκνον ἀναστήσω τῇ τοῦ θεοῦ μου δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος καὶ ἀναστάντος καὶ βασιλεύοντος τῶν αἰώνων, ὅστις δὲ πιστεύει εἰς αὐτὸν λαμβάνει ζωἠν αἰώνιον.