Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.24
Not analysed yet
(19) Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ὦ γῆ σύσφιγξον αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ. Καὶ εὐθὺς κατεσύρη. καὶ ἔλεγεν· Ὁ μὲν εἷς μου ποὺς κάτωθεν κρυσταλλοῦται, ὁ δὲ ἕτερος δεινῶς ἐκθερμαίνεται· ἀλλ᾽ ὑπὸ τῆς μαγείας σου Φίλιππε οὐ νικηθήσομαι. πλὴν οὖν ὅτι κακῶς κάτωθεν βασανίζομαι, ὅλως δὲ οὐ πιστεύω. Οἱ δὲ ὄχλοι ἠθέλησαν αὐτὸν λιθάσαι. ὁ δὲ Φίλιππος Μὴ οὗτως φησίν. τοῦτο γὰρ τέως γέγονεν, καταποθῆναι αὐτὸν μέχρι τοῦ ὀμφαλοῦ, ἵνα σωτηρία γένηται τῶν ψυχῶν ὑμῶν, ὅτι παρ᾽ ὀλίγον ἔμελλεν ἕλκειν ὑμᾶς ἐν τοῖς κακοῖς αὐτοῦ λόγοις πρὸς ἀπιστίαν. ἀλλ᾽ εἰ καὶ αὐτὸς μετενόησεν, ἀναγάγω αὐτὸν ἐκ τῆς γῆς πρὸς σωτηρίαν τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ τάχα οὐκ ἔστιν ἄξιος σωτηρίας. ἐὰν οὖν ἐπιμείνῃ τῇ ἀπιστίᾳ, βλέψετε αὐτὸν βυθισθέντα κάτω εἰς τὴν ἄβυσσον· εἰ μὴ κύριος μέλλει τοὺς ἐν τῷ ᾅδῃ ἐγείρειν, ἵνα ὁμολογήσωσιν ὅτι κύριος Ἰησοῦς. ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς, καὶ ὅτι μία δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας.