Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.47
Not analysed yet
(3) Ἦσαν δὲ καὶ Ἰουδαῖοι λέγοντες σκληρὰ ῥήματα κατὰ Φιλίππου, ὅτι ἦν παραλύων τὰς παραδόσεις αὐτῶν. ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ἄρχων ὀνόματι Ἴρεος ἔφη· Ἀκούσατέ μού φησιν ὦ ἄνδρες φίλοι καὶ συμπολῖται· μὴ ἐπαναστῶμεν ἀνδρὶ ξένῳ ἐπ᾽ ἀδικίᾳ καὶ βίᾳ· ἀλλὰ ἀκούσωμεν καὶ δοκιμάσωμεν τὴν διδασκαλίαν αὐτοῦ, καὶ τότε τελέσωμεν τὰ λαλούμενα.