Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.73
Not analysed yet
(10) Καὶ ἤψατο τοῦ πώγωνος Φιλίππου ἕλκων αὐτόν· ὁ δὲ Φίλιππος οὐκ ἀλγήσας, ἀλλὰ διὰ τοὺς παρόντας πρᾴως ὀργισθείς, εἶπεν πρὸς αὐτόν· Ἰδοὺ λέγω σοι ὅτι ἡ χεὶρ αὕτη ξηρὰ καὶ τὰ ὦτά σου κωφὰ ἐν ἀλγήσει καὶ ὁ δεξιός σου ὀφθαλμὸς πηρός, ὅτι ἠπείλησας λιθοβολῆσαί με, καὶ ἐνύβρισας τὸν ἐσταυρωμένον, τὸν οὐρανοῦ καὶ γῆς ποιητήν.