# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Περὶ τοῦ δράκοντος πρᾶξις γ´.

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Περὶ τοῦ δράκοντος πρᾶξις γ´.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%CE%BF%E1%BF%A6%20%CE%B4%CF%81%CE%AC%CE%BA%CE%BF%CE%BD%CF%84%CE%BF%CF%82%20%CF%80%CF%81%E1%BE%B6%CE%BE%CE%B9%CF%82%20%CE%B3%C2%B4.

Καὶ ἐξῆλθεν ὁ ἀπόστολος τοῦ ἀπελθεῖν ὅπου αὐτὸν ὁ κύριος προσέταξεν· καὶ ἐγγὺς γενόμενος τοῦ δευτέρου μιλίου καὶ ὀλίγον ἐκκλίνας τῆς ὁδοῦ εἶδεν πτῶμα νέου εὐμόρφου κείμενον, καὶ εἶπεν· Κύριε, μὴ διὰ τοῦτο ἐξήγαγές με ἐλθεῖν ἐνθάδε, ἵνα ἴδω τὸν πειρασμὸν τοῦτον; γενέσθω τοίνυν τὸ θέλημά σου ὡς βούλει. Καὶ ἤρξατο εὔχεσθαι καὶ λέγειν· Κύριε κριτὰ ζώντων καὶ νεκρῶν, ζώντων τῶν παρεστώτων καὶ νεκρῶν τῶν κειμένων, καὶ δέσποτα πάντων καὶ πατήρ· πατὴρ δὲ οὐ τῶν ἐν σώμασιν οὐσῶν ψυχῶν ἀλλὰ τῶν ἐξελθουσῶν· τῶν γὰρ ἐν μιάσμασιν οὐσῶν ψυχῶν δεσπότης εἶ καὶ δικαστής· ἐλθὲ ἐν τῇ ὥρᾳ ταύτῃ ᾗ ἐπικαλοῦμαι, καὶ δεῖξόν σου τὴν δόξαν εἰς τοῦτον τὸν ἐνθάδε κατακείμενον. Καὶ στραφεὶς πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ εἶπεν· Τοῦτο τὸ πρᾶγμα οὐκ ἀργῶς ἐγένετο, ἀλλ᾽ ὁ ἐχθρὸς ἐνήργησεν καὶ κατηργάσατο τοῦτο ἵνα ἐν αὐτῷ προσβάλῃ· καὶ ὁρᾶτε ὅτι οὐκ ἐχρήσατο ἄλλο εἶδος οὐδὲ ἐνήργησεν δι᾽ ἄλλου ζῴου ἀλλ᾽ ἣ διὰ τοῦ ὑπηκόου αὐτοῦ.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
