Ancient Greek
Πρᾶξις ια´ περὶ τῆς γυναικὸς Μιισδαίου.
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις ια´ περὶ τῆς γυναικὸς Μιισδαίου.
Not analysed yet
Μισδαῖος δὲ ὁ βασιλεὺς ἀπολύσας Ἰούδαν δειπνήσας ἀπῄει οἴκαδε, διηγεῖτο δὲ τῇ γυναικὶ τὰ συμβεβηκότα τῷ οἰκείῳ αὐτῶν Χαρισίῳ λέγων· Ὅρα φησὶν τί γέγονεν ἐν τῷ ἀθλίῳ ἐκείνῳ· οἶδας δὲ καὶ αὐτὴ ὦ ἀδελφή μου Τερτία ὅτι οὐδέν ἐστινἀνδρὶ καλλίω τῆς γυναικὸς τῆς ἰδίας ἐφ᾽ ἥν ἀναπέπαυται· συνέβη δὲ τὴν γυναῖκα αὐτοῦ ἀπελθεῖν πρὸς τὸν φαρμακὸν ἐκεῖνον ὃν ἤκουσας τῇ Ἰνδῶν ἐπιδημήσαντα χώρᾳ, τοῖς αὐτοῦ περιπεσεῖν φαρμάκοις καὶ τοῦ ἰδίου ἀνδρὸς διαζευχθῆναι· καὶ ἀπορεῖ ὃ πράξειεν. θελήσαντος δέ μου ἀπολέσαι τὸν κακοῦργον οὐκ ἠθέλησεν· ἀλλὰ σὺ ἀπελθοῦσα συμβούλευσον αὐτῇ ἀποκλίνειν πρὸς τὸν ἴδιον ἄνδρα καὶ τῶν τοῦ φαρμεακοῦ ματαίων λόγων ἀποσχέσθαι.