# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ Πρᾶξις ια´ περὶ τῆς γυναικὸς Μιισδαίου.

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Πρᾶξις ια´ περὶ τῆς γυναικὸς Μιισδαίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/%CE%A0%CF%81%E1%BE%B6%CE%BE%CE%B9%CF%82%20%CE%B9%CE%B1%C2%B4%20%CF%80%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%E1%BF%86%CF%82%20%CE%B3%CF%85%CE%BD%CE%B1%CE%B9%CE%BA%E1%BD%B8%CF%82%20%CE%9C%CE%B9%CE%B9%CF%83%CE%B4%CE%B1%CE%AF%CE%BF%CF%85.

Μισδαῖος δὲ ὁ βασιλεὺς ἀπολύσας Ἰούδαν δειπνήσας ἀπῄει οἴκαδε, διηγεῖτο δὲ τῇ γυναικὶ τὰ συμβεβηκότα τῷ οἰκείῳ αὐτῶν Χαρισίῳ λέγων· Ὅρα φησὶν τί γέγονεν ἐν τῷ ἀθλίῳ ἐκείνῳ· οἶδας δὲ καὶ αὐτὴ ὦ ἀδελφή μου Τερτία ὅτι οὐδέν ἐστινἀνδρὶ καλλίω τῆς γυναικὸς τῆς ἰδίας ἐφ᾽ ἥν ἀναπέπαυται· συνέβη δὲ τὴν γυναῖκα αὐτοῦ ἀπελθεῖν πρὸς τὸν φαρμακὸν ἐκεῖνον ὃν ἤκουσας τῇ Ἰνδῶν ἐπιδημήσαντα χώρᾳ, τοῖς αὐτοῦ περιπεσεῖν φαρμάκοις καὶ τοῦ ἰδίου ἀνδρὸς διαζευχθῆναι· καὶ ἀπορεῖ ὃ πράξειεν. θελήσαντος δέ μου ἀπολέσαι τὸν κακοῦργον οὐκ ἠθέλησεν· ἀλλὰ σὺ ἀπελθοῦσα συμβούλευσον αὐτῇ ἀποκλίνειν πρὸς τὸν ἴδιον ἄνδρα καὶ τῶν τοῦ φαρμεακοῦ ματαίων λόγων ἀποσχέσθαι.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
