# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 102

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/102

Ταῦτα δὲ ἀκούσας Μισδαῖος ὁ φίλος αὐτοῦ λέγει αὐτῷ· Μὴ λυποῦ μηδὲ ἀθύμει· ἐγὼ γὰρ μεταπεμψάμενος αὐτὸν ἐκδικήσω σε, καὶ σὺ τὴν σεαυτοῦ γυναῖκα πάλιν ἕξεις καὶ τοὺς ἄλλους τοὺς μὴ δυναμένους ἐγὼ ἐκδικήσω. Ἐξελθὼν δὲ ὁ βασιλεὺς ἐκαθέσθη ἐπὶ τοῦ βήματος· καθεσθέντος δὲ αὐτοῦ ἐκέλευσεν Σιφόρα τόν ἀρχιστρατηλάτην κληθῆναι· ἀπελθόντες οὖν εἰς τὴν οἰκίαν αὐτοῦ εὗρον αὐτὸν καθεζόμενον ἐν δεξιᾷ τοῦἀποστόλου, καὶ Μυγδονίαν πρὸς τοῖς ποσὶν αὐτοῦ, σὺν παντὶ τῷ ὄχλῳ κατακούουσαν αὐτοῦ. καὶ προσελθόντες οἱ ἀποσταλέντες παρὰ τοῦ βασιλέως τῷ Σιφόρῳ λέγουσιν· Σὺ ἐνθάδε καθέζῃ ἀκούων ματαίων λόγων, καὶ Μισδαῖος ὁ βασιλεὺς ἐν τῇ ὀργῇ αὐτοῦ σκέπτεταί σε ἀπολέσαι διὰ τὸν μάγον τοῦτον καὶ πλάνον ὃν εἰσήγαγες εἰς τὸν οἶκόν σου. Ταῦτα ἀκούσας ὁ Σιφὼρ ἠθύμησεν, οὐ διὰ τὴν ἀπειλὴν τὴν τοῦ βασιλέως πρὸς αὐτόν, ἀλλὰ περὶ τοῦ ἀποστόλου, ὅτι ἐναντίως ἔγνω ὁ βασιλεὺς περὶ αὐτοῦ· καὶ εἶπεν τῷ ἀποστόλῳ· Ἐγὼ περὶ σοῦ λυποῦμαι· εἶπον γάρ σοι ἀπ᾽ ἀρχῆς ὅτι ἡ γυνὴ ἐκείνη γυνή ἐστιν Χαρισίου τοῦ συγγενοῦς καὶ φίλου τοῦ βασιλέως, καὶ οὐ συγχωρεῖ αὐτὴν ποιῆσαι ὃ ἐπαγγέλλεται, καὶ πάντα ὅσα ἂν αἰτήσῃ τὸν βασιλέα παρέχει αὐτῷ. Ὁ δὲ ἀπόστολος τῷ Σιφόρῳ λέγει· Μηδὲν φοβοῦ ἀλλὰ πίστευσον Ἰησοῦ τῷ ἀπολογουμένῳ ὑπὲρ ἡμῶν ἀπάντων· πρὸς γὰρ τὴν καταφυγὴν αὐτοῦ συνηθροίσμεθα. Ταῦτα δὲ ἀκούσας ὁ Σιφὼρ καὶ περιβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀπῄει πρὸς Μισδαῖον τὸν βασιλέα.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
