# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 109

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 109. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/109

Ἠρχόμην δὲ ἐξ Ἀνατολῆς ἐφ᾽ ὀδὸν δυσχερῆ τε καὶ φοβερὰν μεθ᾽ ἡγεμόνων δύο, ἄπειρος δὲ ἤμην τοῦ ταύτην ὁδεῦσαι. παρελθὼν δὲ καὶ τὰ τῶν Μοσάνων μεθόρια, ἔνθα ἐστὶν τὸ καταγώγιον τῶν ἀνατολικῶν ἐμπόρων, ἀφικόμην εἰς τὴν τῶν Βαβυλωνίων χώραν. εἰσελθόντος δέ μου εἰς Αἴγυνίαν. πτον ἀπέστησαν οἱ συνοδεύσαντές μοι ἡγεμόνες, ὥρμων δὲ ἐπὶ τὸν δράκοντα τὴν ταχίστην καὶ περὶ τὸν τούτου φωλεὸν κατέλυον, ἐπιτηρῶν νυστάξαι καὶ κοιμηθῆναι τοῦτον, ὅπως μου τὸν μαργαρίτην ὑφέλωμαι. μόνος δὲ ὢν ἐξενιζόμην τὸ σχῆμα καὶ τοῖς ἐμοῖς ἀλλότριος ἐφαινόμην. ἐκεῖ δὲ εἶδον ἐμὸν συγγενῆ τὸν ἐξ Ἀνατολῆς, τὸν ἐλεύθερον, παῖδα εὐχαρῆ καὶ ὡραῖον, υἱὸν μεγιστάνων. οὗτός μοι προσελθὼν συγγέγονεν, καὶσυνόμιλον αὐτὸν ἔσχον, καὶ φίλον καὶ κοινωνὸν τῆς ἐμης πορείας ποιησάμενος. παρεκελευσάμην δὲ αὐτῷ τοὺς Αὶγυπτίους φυλάσσεσθαι καὶ τῶν ἀκαθάρτων τούτων τὴν κοινωνίαν. ἐνεδυσάμην δὲ αὐτῶν τὰ φορήματα, ἵνα μὴ ξενίζωμαι ὥσπερ ἔξωθεν ἐπὶ τὴν τοῦ μαργαρίτου ἀνάληψιν, καὶ τὸν δράκοντα διυπνίσωσιν κατ᾽ ἐμοῦ οἱ Αἰγύπτιοι. οὐκ οἶδα δὲ ἐξ οἵας ἔμαθον προφάσεως ὡς οὐκ εἰμὶ τῆς χώρας αὐτῶν, δόλῳ δὲ συνέμειξάν μοι τέχνην, καὶ ἐγευσάμην τῆς αὐτῶν τροφῆς. ἠγνόησα ἐμαυτὸν υἱὸν ὄντα βασιλέως, τῷ δὲ αὐτῶν ἐδούλευσα βασιλεῖ. ἦλθον δὲ καὶ ἐπὶ τὸν μαργαρίτην, ἐφ᾽ ὃν οἱ πατέρες μου ἀπεστάλκασίν με, τῷ δὲ τῆς τροφῆς αὐτῶν βάρει εἰς ὕπνον κατηνέχθην βαθύν.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
