# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 114

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 114. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/114

Καὶ ὁ Χαρίσιος γεγηθὼς ἀπῄει οἴκαδε, νομίζων συνεῖναι τὴν αὐτοῦ γυναῖκα καὶ τοιαύτην γεγενῆσθαι οἵαν πρὸ τοῦ, πρὶν ἀκοῦσαι τοῦ θείου λόγου καὶ πιστεῦσαι τῷ Ἰησοῦ. ἀπελθὼν δὲ εὗρεν αὐτὴν τὰς τρίχας κεκομμένος ἔχουσαν καὶ τὴν ἐσθῆτα διαρερηγμένην· ἰδὼν δὲ εἶπεν αὐτῇ· Κυρία μου Μυγδονία, τί σε ἡ χαλεπὴ αὕτη κατέχει νόσος; καὶ τίνος ἕνεκα διεπράξω ταῦτα; ἐγώ εἰμι ὁ ἐκ παρθενίας σου γαμέτης, τῶν τε θεῶν καὶ τῶν νόμων ἄρχειν σού μοι διδόντων· τίς ἡ τοσαύτη σου μανία; ὅτι κατάγελως ἐν παντὶ τῷ ἔθνει γεγένησαι. ἀλλὰ ἀπόθου τὴν παρ᾽ ἐκείνου τοῦ φαρμακοῦ μέριμναν· περιελῶ δὲ ἐκ μέσου τὴν ὄψιν ἐκείνου, ἵνα μηκέτι αὐτὸν ἴδῃς.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
