# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 115

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 115. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/115

Ἡ δὲ Μυγδονία τούτων ἀκούσασα ἀνεδίδου τῇ λύπῃ, στενάζουσα καὶ ὀδυρομένη. καὶ αὖθις ὁ Χαρίσιος· Τοσοῦτον ἄρα τοὺς θεοὺς ἠδίκησα, ὅτι τηλικαύτῃ με νόσῳ περιβεβλήκασιν; τί τοσοῦτον πεπλημμέληκα, ὅτι εἰς τοσαύτην με κατέβαλον ταπεινότητα; δέομαί σου Μυγδονία, μή μου τὴν ψυχὴν ἄγχε ἐπὶ τῇ θέα σου ταύτῃ τῇ οἰκτρᾷ καὶ τῷ ταπεινῷ σχήματι, καὶ μή μου τὴν καρδίαν καταπόνει ταῖς ἐπὶ σοὶ φροντίσιν. ἐγώ εἰμι Χαρίσιος ὁ σὸς γαμετός, ὃν ὅλον τὸ ἔθνος τιμᾷ καὶ δέδιεν· τί με δεῖ πρᾶξαι; καὶ οὐκ οἶδα πῶς ἀναστρέψω· τί δὲ καὶ λογίσωμαι, σιγήσω καὶ καρτερήσω; καὶ τίς ἀνέξεται ὅταν τινὲς τὸν θησαυρὸν αὐτοῦ λαμβάνωσιν; τίς δὲ τὸν σὸν καρτερήσειεν ἀγαθὸν τρόπον; τί γὰρ ἐμοί; ἡ εὐωδία σου ἐν ταῖς ῥισίν μού ἐστιν, καὶ τὸ φαιδρόν σου πρόσωπον ἐν τοῖς ὀφθαλμοῖς μου ἐγκάθηται· ἀφαιροῦντά μουτὴν ψυχήν, καὶ τὸ περικαλλὲς σῶμα ᾧ ἠγαλλόμην ὁρῶν διαφθείρουσιν· καὶ τὸν ὀφθαλμὸν τὸν ὀξυδερκέστατον πηροῦσιν· ἐκκόπτουσιν δὲ τὴν δεξιάν μου χεῖρα. ἡ χαρὰ ἡ ἐμὴ εἰς λύπην μετατρέπεται καὶ ἡ ζωή μου εἰς θάνατον· καὶ τὸ φῶς σκότῳ βαδίζεται. μηδεὶς λοιπὸν τῶν συγγενῶν βλέπετέ με, παρ᾽ ὧν οὐδεμία μοι βοήθεια γέγονεν· οὐδὲ τοὺς θεοὺς τῆς ἀνατολῆς προσκυνήσω λοιπὸν τηλικούτοις με περιβαλόντας κακοῖς· οὐδὲ μὴν προσευξαίμην αὐτοῖς ἔτι, οὐδὲ μὴν θυσιάσαιμι αὐτοῖς ἀποστερηθεὶς τῆς συμβίου μου. τί δὲ αἰτήσαιμι ἕτερον παρ᾽ αὐτῶν; ἡ γὰρ δόξα μου πᾶσα ἀφῄρηται. εἰμὶ δὲ ἄρχων, δεύτερος τῆς τοῦ βασιλέως ἀρχῆς· ἠθέτησεν δέ με Μυγδονία ταῦτα πάντα ἀφείλατο· εἴθε δὲ τὸν ὀφθαλμόν μου σκόπτε σέ μοι προσεχούσης συνήθως.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
