# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 126

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 126. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/126

Ὁ δὲ Μισδαῖος ἔλεγεν τῷ Ἰούδα· Διὰ τί τὴν νέαν ταύτην διδάσκεις διδασκαλίαν, ἣν θεοί τε μισοῦσιν καὶ ἄνθρωποι, οὐδὲν ἔχουσα χρήσιμον; Καὶ ὁ Ἰούδας λέγει· Τί φαῦλον διδάσκω; Καὶ ὁ Μισδαῖος ἔφη· Διδάσκεις λέγων ὅτι οὐ καλῶς ζῆν παρὰ τῷ θεῷ ᾧ σὺ κηρύσσεις. Λέγει Ἰούδας· Ἀληθῶς λέγεις ὦ βασιλεῦ· οὕτως διδάσκω. εἰπὲ γάρ μοι· τοὺς σοὺς στρατιώτας ἐν ῥυπαρᾷ ἐσθῆτι δορυφοροῦντάς σοι οὐκ ἀγανακτεῖς; εἰ σὖν σὺ βασιλεὺς ὣν γῆς εἰς γῆν χωρῶν ἀπαιτεῖςτοὺς ὑπὸ σὲ σεμνοὺς εἶναι τῷ πράγματι, ἀγανακτεῖτε καὶ κακῶς με διδάσκειν ἔφατε λέγοντα. Τοὺς τῷ βασιλεῖ μου ὑπηρετοῦντας σεμνοὺς καὶ καθαροὺς χρὴ εἶναι καὶ πάσης λύπης καὶ φροντίδος ἀπαλλαγέντας, τέκνων τε καὶ πλούτου ἀνωφελοῦς καὶ ταραχῆς ματαίας; Καὶ γὰρ τοὺς σοὺς ὑπηκόους τὴν σὴν πολιτείαν καὶ τοὺς σοὺς τρόπους μετιέναι βούλει, καὶ καταφρονούντων τῶν σῶν προσταγμάτων κολάζεις· πόσῳ μᾶλλον τῷ θεῷ μου τοὺς πιστεύοντας αὐτῷ ὑπηρετεῖν χρὴ μετὰ πολλῆς σεμνότητος καὶ καθαρότητος καὶ ἀσφαλείας, καὶ πάντων τῶν σωματικῶν ἡδονῶν ἀπηλλαγμένους, l0 μοιχείας τε καὶ ἀσωτίας καὶ κλοπῆς καὶ μέθης καὶ ὑπηρεσίας γαστρὸς καὶ αἰσχρῶν πράξεων;

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
