# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 128

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 128. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/128

Ἐξιόντος δὲ τοῦ ἀποστόλου ἐκ τοῦ βασιλέως προσελθὼν ὁ Χαρίσιος ἔλεγεν καὶ ἐδέετο αὐτοῦ· Δέομαί σου ἄνθρωπε ἔφη· οὐδὲν οὔτε εἰς σὲ ἢ εἰς ἕτερον ἡμάρτηκά ποτε οὔτε εἰς θεούς· διὰ τί τηλικοῦτον κακὸν ἐπέσεισάς μοι; καὶ τίνος ἕνεκεν τοιαύτην ἀκαταστασίαν ἐπήγαγες τῷ οἴκῳ μου; καὶ τίς σοι ἐκ τούτου ὄνησις; εἰ δέ τι κερδᾶναι νομίζεις, εἰπέ μοι τὸ κέρδος ὁποῖόν ἐστιν, κἀγώ σοι ἀπόνως ἐξεργάσομαι· τίνος ἕνεκεν ἐμὲ ἐκστάνεις, σεαυτὸν δὲ ἐμβάλλεις εἰς ὄλεθρον; ἐὰν γὰρ ταύτην μὴ πείσῃς, καὶ σὲ διαχειρίσομαι καὶ τέλος ἐμαυτὸν ὑπεξαίρω τοῦ βίου. εἰ δὲ ὥσπερ λέγεις μετὰ τὴν ἐνταῦθα ἀπαλλαγὴν ἔστιν τις ἐκεῖ ζωή τε καὶ θάνατος, ἔτι δὲ καὶ κατάκρισις καὶ νίκη καὶ κριτήριον, κἀγὼ εἴσειμι ἐκεῖ μετὰ σοῦ κρινόμενος· καὶ εἰ δίκαιος θεὸς ὃν σὺ κηρύττεις καὶ δικαίως τὰς τιμωρίας ἐπάγει, οἶδα ὅτι δίκην εἰσπράξομαι μετὰσοῦ. ἔβλαψας γάρ με μηδὲν παρ᾽ ἐμοῦ ἀδικηθείς. καὶ γὰρ ἐνταῦθα οἷός εἰμι ἀμύνασθαί σε ἐπίστασαι εἰς ὅσα εἰς ἐμὲ δέδρακας. τοιγαροῦν πείσθητι καὶ ἐλθὲ οἴκοι μετ᾽ ἐμοῦ, καὶ πεῖσον τὴν Μυγδονίαν γενέσθαι μετ᾽ ἐμοῦ ὥσπερ ἦν τὸ πρότερον πρὶν ἤ σε θεάσασθαι. Ὁ δὲ Ἰούδας λέγει αὐτῷ· Πίστευσόν μοι τέκνον ὅτι εἰ τοσοῦτον οἱ ἄνθρωποι τὸν θεὸν ἔστεργον ὅσον ἀλλήλους, πάντα ἂν αἰτοῦντες ἐλάμβανον παρ᾽ αὐτοῦ μηδενὸς αὐτὸν βιαζομένου.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
