# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 135

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 135. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/135

Ἅμα δὲ ἀναστᾶσα ἡ Τερτία ἀπῆλθεν εἰς τὴν Χαρισίου οἰκίαν τοῦ ἀνδρὸς αὐτῆς· καὶ εὗρεν τὴν Μυγδονίαν χαμαὶ κειμένην ἐν ταπεινότητι· ὑπεβέβλητο δὲ αὐτῇ τέφρα καὶ σάκκος, ηὔχετο δὲ ὅπως ὁ κύριος αὐτῇ συγχωρήσῃ τὰς προτέρας αὐτῆς ἁμαρτίας, καὶ ἐξέλθῃ τοῦ βίου τάχιον. καὶ λέγει πρὸς αὐτὴν ἡ Τερτία· Μυγδονία ἀδελφή μου ποθουμένη καὶ συνόμιλε, τίς ἐστιν αὕτη ἡ χείρ; τίς ἡ νόσος ἡ σὲ καταλαβοῦσα; καὶ τί μεμηνότων ἔργα ποιεῖς; γνοῦσα οὖν σαυτὴν ἐπάνελθε εἰς τὴν ἑαυτῆς ἐπάνοδον· πλησίασον τῷ γένει σου τῷ πολλῷ, καὶ φείδου τοῦ ἀληθινοῦ σου ἀνδρὸς Χαρισίου, καὶ μὴ πρᾶττε ὅ ἐστιν τῆς σῆς ἐλευθερίας ἀλλότριον. Λέγει αὐτῇ ἡ Μυγδονία· Ὧ Τερτία, οὐδέπω ἤκουσας τοῦ κήρυκος τῆς ζωῆς· οὐδέπω ταῖς σαῖς προσέπεσεν ἀκοαῖς· οὐδέπωἐγεύσω τοῦ τῆς ζωῆς φαρμάκου καὶ τῶν φθαρτικῶν στεναγμῶν ἀπηλλάγης· ἑστῶσα ἐν τῇ προσκαίρῳ ζωῇ τὴν ζωὴν καὶ τὴν σωτηρίαν τὴν ἀίδιον οὐκ οἶδας· καὶ οὐκ αἰσθομένη τῆς ἀφθάρτου κοινωνίας. στήκεις ἐνδεδυμένη πέπλους παλαιουμένους, καὶ τῶν αἰωνίων οὐκ ἐπιθυμεῖς· καὶ μεγάλα μὲν φρονεῖς ἐπὶ τῷ ἀφανιζομένῳ τούτῳ κάλλει, τῆς δὲ ψυχῆς οὐ φροντίζεις τὴν αἰσχρότητα· καὶ πλήθει μὲν οἰκετῶν πλουτεῖς· καὶ τῇ μὲν παρὰ πολλῶν δόξῃ κομᾷς, τῆς δὲ εἰς θάνατον κατακρίσεως ἑαυτὴν οὐ λυτροῦσαι.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
