# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 137

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/137

Ἀκούσασα δὲ ταῦτα ἡ Τερτία ἐπανῆλθεν οἴκαδε γεγηθυῖα· καὶ εὗρεν τὸν ἄνδρα αὐτῆς μένοντα ἀνάριστον ὄντα. ἰδὼν δὲ αὐτὴν ὁ Μισδαῖος εἶπεν· Πόθεν σήμερον ἡ εἴσοδός σου καλλίων ἐστίν; καὶ τίνος ἕνεκα περιπάτῳ χρησαμένη ἦλθες; ὅ ἐστιν ἀπρεπὲς ταῖς κατὰ σὲ ἐλευθέραις. Καὶ λέγει αὐτῷ ἡ Τερτία· Χάριν σοι μεγίστην ὀφείλω διότι με πρὸς Μυγδονίαν ἀπέστειλας. ἀπελθοῦσα γὰρ καινῆς ζωῆς ἤκουσα, καὶ εἶδον τὸν καινὸν τοῦ θεοῦ ἀπόστολον τοῦ διδόντος ζωὴν τοῖςπιστεύουσιν αὐτῷ καὶ τα προστάγματα πληρουσιν· ὀφείλω τοιγαροῦν καὶ αὐτὴ ἀμείψασθαί σε ἀντὶ ταύτης τῆς χάριtος καὶ παραινέσεως ἀγαθὴν παραίνεσιν· ἔσῃ γὰρ ἐν οὐρανῷ βασιλεὺς μέγας ἐάν μοι πεισθῇς καὶ φοβηθῇς τὸν θεὸν τὸν ὑπὸ τοῦ ξένου κηρυττόμενον καὶ φυλάξῃς σεαυτὸν ἅγιον τῷ ζῶντι θεῷ· αὕτη γὰρ ἡ βασιλεία παρέρχεται καὶ ἡ ἄνεσίς σου εἰς στενοχωρίαν τραπήσεται· ἀλλ᾽ ἄπελθε πρὸς τὸν ἄνθρωπον ἐκεῖνον καὶ πίστευσον αὐτῷ, καὶ ζήσεις εἰς τέλος. Ἀκούσας δὲ ὁ Μισδαῖος ταῦτα παρὰ τῆς αὐτοῦ συμβίου ταῖς χερσὶν ἐπάταξεν τὸ πρόσωπον αὐτοῦ, καὶ τὴν ἐσθῆτα αὐτοῦ περιέρρηξεν, καὶ εἶπεν· Μὴ ἀναπαύοιτο ἡ Χαρισίου ψυχή, ὅτι με εἰς ψυχὴν ἔβλαψεν· καὶ μὴ σχῇ ἐλπίδα, ὅτι τὴν ἐμὴν περιεῖλεν ἐλπίδα. Καὶ ἐξῄει τεταραγμένος.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
