# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 158

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/158

Ἀνελθόντων δὲ αὐτῶν λαβὼν ἄρτον καὶ ποτήριον εὐλόγησεν καὶ εἷπεν· Τὸ σῶμά σου τὸ ἅγιον τὸ ὑπὲρ ἡμῶν σταυρωθὲν ἐσθίομεν καὶ τὸ αἷμά σου τὸ ὑπὲρ ἡμῶν ἐκχυθὲν εἰς σωτηρίαν πίνομεν· γένηται οὖν ἡμῖν τὸ σῶμά σου σωτηρία καὶ τὸ αἷμά σου εἰς ἄφεσιν ἁμαρτιῶν. ἀντὶ δὲ τῆς χολῆς ἧς ἔπιες δἰ ἡμᾶς περιαιρείσθω ἀφ᾽ ἡμῶν ἡ τοῦ διαβόλου χολή· ἀντὶ δὲ τοῦ ὄξους οὗ πέπωκας ὑπὲρ ἡμῶν ἐνδυναμούσθω ἡ ἀσθένεια ἡμῶν· ἀντὶ δὲ πτύσματος οὗ ἐδέξω δι᾽ ἡμᾶς δεξώμεθα δρόσον τῆς σῆς χρηστότητος· καὶ ἐν τῷ καλάμῳ ᾧ ἔτυψάν σε δι᾽ ἡμᾶς δεξώμεθα τὸν οἶκον τὸν τέλειον· ὅτι δὲ ἀκάνθινον στέφανον ἔλαβες δι᾽ ἡμᾶς, στέφανον ἀναδησώμεθα ἀμαράντινον οἱ ἀγαπήσαντές σε· ἀντὶ δὲ σινδόνης ἧς ἐνειλήθης καὶ ἡμεῖς περιζωσθῶμεν τὴν ἀήττητόν σου δύναμιν· ἀντὶ δὲ μνημείου καινοῦ καὶ ταφῆς ἀνακαινισμὸν τῆς ψυχῆς δεξώμεθα καὶ τοῦ σώματος. ὅτι δὲ ἀνέστης καὶ ἀνεβίωσας, ἀναβιώσαντες ζήσωμεν καὶ στῶμεν πρὸ σοῦ ἐν κρίσει δικαίια. Καὶ κλάσας τὴν εὐχαριστίαν ἔδωκεν Οὐαζάνῃ καὶ Τερτίᾳ καὶ Μνησάρᾳ καὶ τῇ τοῦ Σιφόρου γυναικὶ καὶ θυγατρὶ καὶ εἶπεν· Γενέσθω ὑμῖν ἡ εὐχαριστία αὕτη εἰς σωτηρίαν καὶ χαρὰν καὶ ὑγίειαν τῶν ψυχῶν ὑμῶν. Καὶ αὐτοὶ εἶπον· Ἀμήν. Καὶ φωνὴ ἠκούσθη λέγουσα · Ἀμήν· μὴ φοβεῖσθε ἀλλὰ μόνον πιστεύσατε.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
