# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 164

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 164. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/164

Ταῦτα εἰπόντος τοῦ ἀποστόλου ἐσκέπτετο ὁ Μισδαῖος πῶς αὐτὸν θανατώσῃ· διὰ γὰρ τὸν πολὺν ὄχλον τῶν ὑπηκόων αὐτοῦ ἐφοβεῖτο· πολλοὶ γὰρ καὶ τῶν ἐξάρχων καὶ τῶν ἐν ὑπεροχῇ ὄντων ἐπίστευσαν εἰς αὐτόν. παραλαβὼν οὖν αὐτὸν ἐξῄει ἔξω τῆς πόλεως· συναπῄεσαν δὲ αὐτῷ καὶ στρατιῶται ἔνοπλοι· οἱ δὲ ὄχλοι ἐνόμιζον ὅτι ὁ βασιλεὺς μαθεῖν τιθέλει παρ᾽ αὐτοῦ, καὶ ἑστῶτες προσεῖχον. περιπατησάντων δὲ μίλιον ἓν παρέδωκεν αὐτὸν τέσσαρσι στρατιώταις καὶ ἐνὶ ἐξάρχῳ παραγγείλας αὐτοὺς ἀγαγεῖν αὐτὸν εἰς τὸ ὄρος κἀκεῖ τοῦτον λογχεύσαντας τελειῶσαι, καὶ πάλιν αὐτοὺς εἰς τὴν πόλιν ὑποστρέψαι. ἅμα δὲ τοῦτο τοῖς στρατιώταις εἰπεῖν ὑπέστρεψεν καὶ αὐτὸς εἰς τὴν πόλιν.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
