# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 167

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 167. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/167

Εἶπεν δὲ τῷ Ἰουζάνῃ τῷ υἱῷ τοῦ βασιλέως Μισδαίου, διακόνῳ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Δὸς τοῖς ὑπηρέταις τοῦ Μισδαίου οὗ εἰσιν ἄξιοι ἵνα μοι συγχωρήσωσιν ἀπελθεῖν καὶ εὔξασθαι. Ὁ δὲ Ἰουζάνης ἔπεισεν τοὺς στρατιώτας ἵνα ἀφήσωσιν αὐτὸν προσεύξασθαι· ὁ δὲ μακάριος Θωμᾶςἀπῄει ἐπὶ τὸ εὔξασθαι, καὶ θεὶς τὰ γόνατα καὶ ἀναστὰς καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν ταῦτα·

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
