# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 26

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/26

Πάνυ οὖν διατεθέντες ἐν τῷ ἀποστόλῳ ὅ τε βασιλεὺς Γουνδαφόρος καὶ ὁ τούτου ἀδελφὸς Γὰδ εἵποντο αὐτῷ μηδ᾽ ὅλως ἀναχωροῦντες, καὶ αὐτοὶ ἐπαρκοῦντες τοῖς δεομένοις, πᾶσιν διδόντες καὶ ἀναπαύοντες πάντας· ἐδεήθησαν δὲ αὐτοῦ ἵνα καὶ τὴν σφραγῖδα τοῦ λόγου δέξωνται λοιπὸν καὶ αὐτοί, λέγοντες αὐτῷ· Σχολαζουσῶν τῶν ψυχῶν ἡμῶν καὶ προθύμων ἡμῶν οντων περὶ τὸν θεόν, δὸς ἡμῖν τὴν σφραγῖδα· ἠκούσαμεν γάρ σου λέγοντος ὅτι ὁ θεὸς ὃν κηρύσσεις διὰ τῆς αὐτοῦ σφραγῖδος ἐπιγινώσκει τὰ ἴδια πρόβατα. Ὁ δὲ ἀπόστολος ἔφη αὐτοῖς· Καὶ χαίρω καὶ δέομαι ὑμῶν λαβεῖν τὴν σφραγῖδα ταύτην, καὶ κοινωνῆσαί μοι εἰς τὴν εὐχαριστίαν ταύτηνκαὶ εὐλογίαν τοῦ κυρίου, καὶ τελειωθῆναι ἐν αὐτῇ οὗτος γάρ ἐστιν κύριος καὶ θεὸς πάντων. Ἰησοῦς Χριστὸς ὃν κηρύσσω, καὶ αὐτὸς πατὴρ ἀληθείας, εἰς ὃν ὑμᾶς πιστεύειν ἐδίδαξα. Καὶ ἐκέλευσεν προσενεγκεῖν αὐτοὺς ἔλαιον, ἵνα διὰ τοῦ ἐλαίου δέξωνται τὴν σφραγῖδα. ἤνεγκαν οὖν τὸ ἔλαιον, καὶ λύχνους ἀνῆψαν πολλούς· νύξ γὰρ ἦν·

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
