# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 54

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/54

(51) Καὶ εἶπεν τῷ νεωτέρῳ σφραγίσας αὐτόν· Ἄπελθε καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς εἰπὲ αὐτῇ· Ἐγὼ διὰ τῶν ἐμῶν χειρῶν σιδήρῳ σε ἐφόνευσα, καὶ ἐν ταῖς ἐμαῖς χερσὶν ἐπὶ τῇ πίστει Ἰησοῦ ἐγείρω σε. Προσελθὼν οὖν ὁ νέος παβλέπουσα ῥέστη αὐτῇ λέγων· Ἐπίστευσα ἐπὶ σὲ Χριστὲ Ἰησοῦ. Καὶ ἀπιδὼν εἰς Ἰούδαν θωμᾶν τὸν ἀπόστολον εἶπεν αὐτῷ· Ἔπευξαί μοι ἵνα ὁ κύριός μου εἰς τὴν βοήθειάν μου ἔλθῃ, ὃν καὶ ἐπιλειωθῇ καλοῦμαι. Καὶ ἐπιθεὶς τὴν χεῖρα αὐτοῦ τῇ αὐτῆς χειρὶ εἶπεν· Ἐλθὲκύριε Ἰησοῦ Χριστέ· ταύτῃ μὲν παράσχου τὴν ζωήν, ἐμοὶ δὲ τῆς πίστεώς σου τὸν ἀρραβῶνα. Καὶ εὐθέως ἑλκύσαντος αὐτοῦ τὴν χεῖρα αὐτῆς ἀναπηδήσασα ἐκαθέσθη, ἀποβλέπουσα εἰς τὸν πολὺν ὄχλον τὸν παρεστῶτα· εἶδεν δὲ καὶ τὸν ἀπόστολον ἄντικρυς αὐτῆς ἑστῶτα, καὶ καταλιποῦσα τὸν κράββατον ἐκπηδήσασα πρὸς τοῖς ποσὶν αὐτοῦ ἔπεσεν καὶ τῶν ἐνδυμάτων αὐτοῦ ἥπτετο λέγουσα· Δέομαί σου κύριέ μου, ποῦ ἐστιν ἐκεῖνος ὁ ἄλλος ὁ συνών σοι, ὸς οὐκ ἐγκατέλιπέν με παραμεῖναι εἰς ἐκεῖνον τὸν χῶρον τὸν δεινὸν καὶ χαλεπόν, ἀλλὰ σοί με παρέδωκεν εἰπών· Σὺ ταύτην παράλαβε ἵνα τελειωθῇ καὶ μετὰ ταῦτα εἰς τὸν αὐτῆς χῶρον συναχθῇ;

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
