# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 61

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/61

(58) τέλεσον οὖν εἰς ἡμᾶς ταῦτα ἕως τέλους, ἵνα ἔχωμεν παρρησίαν τὴν ἐν σοί· ἔπιδε εἰς ἡμᾶς, ὅτι διὰ σὲ κατελείψαμεν τοὺς οἴκους ἡμῶν καὶ τὰ γονικὰ ἡμῶν, καὶ διὰ σὲ ξένοι γεγόναμεν ἡδέως καὶ ἑκόντες· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε, ὅτιτὴν ἰδίαν κτῆσιν κατελείψαμεν διὰ σέ, ἵνα σὲ τὴν ἀναφαίρετον κτῆσιν κτησώμεθα· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε, ὅτι τοὺς διαφέροντας ἡμῖν κατὰ γένος καταλείψαμεν, ἵνα τῇ σῇ συγγενείᾳ καταμιγῶμεν· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε τοὺς καταλείψαντας τοὺς πατέρας ἑαυτῶν καὶ τὰς μητέρας καὶ τοὺς τροφέας, ἵνα τὸν σὸν πατέρα θεασώμεθα καὶ κορεσθῶμεν τῆς αὐτοῦ τροφῆς τῆς θεϊκῆς· ἔπιδε ἐφ᾽ ἡμᾶς κύριε, διὰ σὲ γὰρ τὰς συζύγους ἡμῶν τὰς σωματικὰς κατελείψαμεν καὶ τοὺς καρποὺς ἡμῶν τοὺς ἐπιγείους, ἵνα κοινωνήσωμεν ἐκείνῃ τῇ κοινωνίᾳ τῇ παραμόνῳ καὶ ἀληθινῇ, καὶ καρποὺς ἀληθινοὺς ἀποκυήσωμεν, ὧν ἡ φύσις ἄνωθεν ὑπάρχει, ὧν οὐδεὶς ἀφελέσθαι ἐξ ἡμῶν δύνάται, οἷς παραμένομεν καὶ αὐτοὶ ἡμῖν παραμένουσιν.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
