# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 88

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/88

Καὶ ὁ ἀπόστολος εἶπεν· Εὔχομαι καὶ δέομαι ὑπὲρ ὑμῶν πάντων ἀδελφοὶ τῶν εἰς τὸν κύριον πιστευόντων καὶ ὑμῶν τῶν ἀδελφιδῶν τῶν εἰς τὸν Χριστὸν ἐλπιζουσῶν ἵνα εἰς πάντας κατασκηνώσῃ ὁ λόγος τοῦ θεοῦ καὶ ἐν αὐτοῖς ἐνσκηνώσῃ· ἡμεῖς γὰρ αὐτῶν ἐξουσίαν οὐκ ἔχομεν. Καὶ ἤρξατο λέγειν πρὸς τὴν γυναῖκα Μυγδονίαν· Ἀνάστα ἀπὸ τῆς γῆς καὶ ἀναπόλησον σεαυτήν· οὐδὲν γάρ σε ὠφελήσει ὁ ἐπίθετος κόσμος οὗτος, οὐδὲ τὸ κάλλος τοῦ σώματός σου, οὐδὲ τὰ ἀμφιάσματά σου· ἀλλ᾽ οὔτε ἡ φήμη τοῦ περὶ σὲ ἀξιώματος, οὔτε ἡ ἐξουσία τοῦ κόσμου τούτου, οὔτε ἡ κοινωνία ἡ ῥυπαρὰ ἡ πρὸς τὸν ἄνδρα σου αὕτη ὀνήσει σε στερηθεῖσαν ἀπὸ τῆς κοινωνίας τῆς ἀληθινῆς· ἡ γὰρ φαντασία τοῦ καλλωπισμοῦ καταργεῖται, καὶ τὸ σῶμα γηράσκει καὶ ἀλλάσσεται, καὶ τὰ ἐνδύματα παλαιοῦται, καὶ ἡ ἐξουσία καὶ ἡ δεσποτεία παρέρχεται μετ᾽ αὐτῶν καὶ ὑπόδικον εἶναι, ἐν ᾧ ἤδη πολλοὶ ἐπολιτεύσαντο. παρέρχεται δὲ καὶ ἡ κοινωνία τῆς παιδοποιίας ὡς δὴ κατάγνωσις οὖσα. Ἰησοῦς μόνος μένει ἀεὶ καὶ οἱ εἰς αὐτὸν ἐλπίζοντες. Ταῦτα εἰπὼν λέγει πρὸς τὴν γυναῖκα · Ἄπελθεμετ᾽ εἰρήνης, καὶ ὁ κύριος τῶν ἰδίων μυστηρίων ἀξίαν σε ποιήσει. Ἣ δὲ εἶπεν· Φοβοῦμαι ἀπελθεῖν, μή με ἄρα καταλείψας ἀπέλθῃς εἰς ἄλλο ἔθνος. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Κὰν ἐγὼ πορευθῶ, οὐ καταλείψω σε μόνην, ἀλλὰ Ἰησοῦς διὰ τὴν εὐσπλαγχνίαν αὐτοῦ μετὰ σοῦ. Ἣ δὲ πεσοῦσα προσεκύνησεν αὐτὸν καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτῆς.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
