# Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 94

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, Section 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/acta-thomae/text/94

Ταῦτα δὲ ἀκούσασα Μυγδονία εἶπεν τῷ ἀποστόλῳ· Ἀληθῶς κύριέ μου ἐδεξάμην τῶν σῶν λόγων τὸν σπόρον, καὶ καρποὺς ἐοικότας τοῦ τοιούτου σπόρου ἀποκυήσω. Λέγει ὁ ἀπόστολος· Ἐξομολογοῦνταί σοι κύριε καὶ εὐχαριστοῦσιν αἱ ψυχαί· γὰρ αὗται σοὶ ὑπάρχουσιν· εὐχαριστοῦσίν σοι τὰ σώματα ἃ κατηξίωσας γενέσθαι οἰκητήρια τῆς δωρεᾶς σου τῆς ἐπουρανίου. Εἶπτεν δὲ καὶ πᾶσιν τοῖς παρεστῶσιν· Μακάριοι οἱ ἅγιοι ὧν αἱ ψυχαὶ οὐδέποτε ἑαυτῶν κατέγνωσαν· ταύτα γὰρ κτησάμενοι οὐ διαιροῦνται καθ᾽ ἑαυτῶν· μακάρια τὰ πνεύματα τῶν ἁγίων τὰ καὶ ὁλόκληρον τὸν ἐπουράνιον δεξάμενα στέφανον ἀπὸ τοῦ προσταχθέντος αὐτοῖς αἰῶνος· μακάρια τὰ σώματα τῶν ἀγίων, ὅτι κατηξιώθησαν ναοὶ θεοῦ γενέσθαι, ἵνα Χριστὸς ἐνοικήσῃ ἐν αὐτοῖς· μακάριοί ἐστε ὅτι ἐξουσίαν ἔχετε ἀφιέναι ἁμαρτίας· μακάριοί ἐστε ἐὰν τὸ παραδοθὲν ὑμῖν μὴ ἀπολέσητε ἀλλὰ χαίροντες καὶ ἀπιόντες συναναφέρητε ἑαυτοῖς τοῦτο. μακάριοί ἐστε οἱ ἅγιοι, ὅτι ὑμῖν δέδοται αἰτῆσαι καὶ λαβεῖν. μακάριοί ἐστε οἱ πραεῖς, ὅτι ὑμᾶς κατηξίωσεν ὁ θεὸς κληρονόμους γενέσθαι τῆς βασιλείας τῆς ἐπουρανίου. μακάριοί ἐστε οἱ πραεῖς· ὑμεῖς γάρ ἐστε οἱ νικήσαντεςτὸν πονηρόν. μακάριοί ἐστε οἱ πραεῖς, ὅτι ὑμεῖς ὄψεσθε τὸ πρόσωπον τοῦ κυρίου. μακάριοί ἐστε οἱ πεινῶντες ἕνεκεν κυρίου, ὅτι ὑμῖν τετήρηται ἡ ἀνάπαυσις· ὧν καὶ αἱ ψυχαὶ ἀπὸ νῦν ἀγαλλιῶνται. μακάριοί ἐστε οἱ ἡσύχιοι τῆς ἁμαρτίας καὶ τῆς ἀμοιβῆς τῶν ζώντων καθαρῶν καὶ τῶν ἀκαθάρτων ἀπαλλαγῆναι. Ταῦτα εἰπόντος τοῦ ἀποστόλου παντὸς τοῦ ὄχλου ἀκούοντος ἡ Μυγδονία μᾶλλον ἐστηρίζετο τῇ πίστει καὶ τῇ δόξῃ καὶ τῇ μεγαλειότητι τοῦ Χριστοῦ.

---

Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ed. Maximilian Bonnet. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2038.tlg001.local001/.
