Ancient Greek
Book 1
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 1.10
Not analysed yet
Ὀφθαλμοὶ ἀνοιγόμενοι ἐπὶ μέγα καὶ ἅμα ἱστά- μενοι ὡς ἐννοοῦντές τι, τὴν γὰρ αὐτῶν ὁποία ἐστί, σημαίνουσιν ἔννοιαν, δηλοῦσιν ὡς εἴρηται, τὸ [γὰρ] ξηρόν, τὸ ὑγρόν, τὸ σκοτεινόν, τὸ λαμπρόν, μικρὸν καὶ μέγα, κοῖλον, ὑψηλόν, μαλακόν, ἀτενές, τὰ ἄλλα τὰ ἐπὶ τούτοις, ἃ πολλάκις διείληπται. Matr. ὅσοι οὖν ὀφθαλμοὶ ἀεὶ ἀνεῳγμένοι εἰσὶ σκοτεινοὶ μὲν ὄντες καὶ ὑγροί, φροντιστάς, εἰ δὲ πρὸς τούτῳ ἥμερον βλέπουσι, καὶ χρηστοὺς σημαίνουσιν. ὀφθαλμοὶ ἐκπεπετασμένοι ζηροὶ μαρμαρύσσοντες καθαρὸν καὶ λαμπρὸν βλέποντες ἀν- αισχύντους καὶ παντόλμους δηλοῦσιν ἄνδρας.