Ancient Greek
Book 1
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 1.6
Not analysed yet
Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ ὅμοιοι, κἂν φῶς ἐν αὐτοῖς ἐστιν, οὐκ ἀγαθοί· μαρμαρυγὴ γὰρ εἰ ἔσται ἐν γλαυκοῖς καὶ αἱματώδεσιν ὀφθαλμοῖς, θερμῶς ὀργιζόμενον δηλοῖ καὶ ἐν ἑκάστῳ θερμὸν πάντολμον ἄνδρα καὶ ἐγγὺς μανίας εἶναι· εἰ δὲ ἐν χαροποῖς εἴη, δειλίαν σημαίνει· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πίπτουσι καὶ πάντα ὑπονοοῦσιν· ὀφθαλμοὶ δὲ μέλανες μαρμαρύσσοντες κάκιστοι καὶ δειλοὶ Matr. καὶ κακομήχανοι σφόδρα, καὶ τοιούτους εἶναι δηλοῦσι τοὺς ἄνδρας. οἱ δὲ τοιούτους ὀφθαλμοὺς ἔχοντες καὶ γελώδεις τουτέστιν ὑπογελῶντας εἰς ἀκρότητα πάσης κακίας ἔρχονται. ὀφ θαλμοὶ γοργὸν βλέποντες ἔνυγρον θυμώδεις, ἰχυρούς, μανικούς, ταχυλόγους, ταχυέργους, ἀπρονοήτους, ἀτόλμους δὲ πρὸς τὸ λέγειν καὶ κακοὺς τοὺς τοιούτους σημαίνουσιν ἄνδρας. οἱ δὲ ξηροὶ ὀφθαλμοὶ κακίστους καὶ ἀνόνμους ση- Matr. μαίνουσιν, οἱ δὲ μικρότεροι καὶ κοῖλοι χείρους, ὠμὸν τὸ φρόνημα ἔχοντας, ἐπιβούλους, κρυψινόους τουτέστι τὸν σκοπὸν αὐτῶν ὑποκρύπτοντας καὶ ἄλλους ὑποσυλῶντας. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον ἔχουσιν ἐννεῦον ταῖς ὀφρῦσι τραχείαις, βλέφαρα ἔχουσιν ὀρθά, θυμὸν καὶ δύναμιν καὶ ἀβουλίαν ἀκακίαν τε καὶ εὐτολμίαν σημαίνει. ὅσοι δὲ τὸ Matr. μὲν ἐπισκύνιον τά τε βλέφαρα καὶ τὰς ὀφρῦς μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα αὐτῶν ἐφʼ ἑαυτῶν πικρὸν καὶ τραχύ, χείρους οὗτοι τῶν προρρηθέντων.