# Physiognomonica (epitome Matritensis) 1.7

Adamantius Judaeus, Physiognomonica (epitome Matritensis), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica-epitome-matritensis/1.7

, Ὅσοις ὀφθαλμοῖς ἡδονὴ καὶ γέλως ἐγκατοικεῖ, ἐπ- αινετοί, ἀλλʼ οὐ πάντη· εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροὶ κρύπτοντες τὸν νοῦν καὶ τὸν σκοπὸν αὐτῶν, κακομήχανοι, Matr. κακοῦργοι. ὅσοι δὲ ἄμα τῷ γέλωτι ὑποβλέποντές εἰσι καὶ ξηροί, οἱ τοιοῦτοι κακίστους ὑποσημαίνουσιν ἄνδρας. Ὀφθαλμοὶ κοῖλοι γέλωτα ἔχοντες ὥσπερ λοχῶντες κακόν τι βουλεύονται· εἰ τὰ ἐκτὸς τῶν ὀφθαλμῶν κινεῖ τὸ μέτωπον καὶ παρειαὶ καὶ ὀφρύες καὶ χεῖλος, κακὸς ὁ γέλως οὗτος· βουλὴν ἐπιτείνων ἐλθεῖν πονηρὰν καὶ ἄδικον. κἂν μὲν πρὸς τῷ σεσηρότι τούτῳ μύωσί τε καὶ ὁρῶσιν ἀτενές, βουλεύονται Matr. ἔργα ἄδικα· εἰ δὲ ἀνοικτοὺς καὶ σεσηρότας τουτέστιν ἀποτεινομένους τοὺς ὀφθαλμοὺς ἔχουσιν, αἱ τούτων πράξεις εἰς ἄνομα ἔργα κινοῦνται. τοὺς δὲ πάνυ ἀναγελῶντας ὀφθαλ- μοὺς ἐπιβουλοτέρους μαντεύου· εἰ δὲ ξηρότεροί εἰσιν, ἄκακα μὲν ἤθη, μάταια δέ, κακῶν ἀπαθῆ, καὶ ἄστοργοι δὲ καὶ ἀκόλαστοι οἱ τοιοῦτοί εἰσιν. ὀφθαλμοὶ μειδιῶντες ἄμα ὑγρό- Matr. τητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, εὐμαθῆ, ἔρωτος πλήρη τυγχάνοντα.

---

Adamantius, Physiognomonica (epitome Matritensis), ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg003.local001/.
