# Physiognomonica (epitome Matritensis) 1.9

Adamantius Judaeus, Physiognomonica (epitome Matritensis), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica-epitome-matritensis/1.9

Οἱ συγκλειόμενοι ὀφθαλμοὶ καὶ αὖθις ἐπανοιγό- μενοι ἐπίβουλον καὶ ἐπίκλοπον ἄνδρα σημαίνουσιν, εἰ μέντοι ὑγροί εἰσι, φροντιστὴν καὶ φιλότεχνον. εἰ δὲ τρόμος αὐτοῖς ἐστι καὶ ἅμα ὠχρότης, μανίαν σημαίνει ἐπιληψίαν τε δηλοῖ τῷ ἀνδρί. ὅσοις δὲ ὀφθαλμοῖς ἡ στάσις ἐστὶν ἀεί, εἰ μὲν πρὸς Matr. τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῦσιν, ἀκολασίαν τουτέστιν ἄσωτον τὸν ἄνδρα δηλοῦσι καὶ μάταιον καὶ μαινόμενον κατηγοροῦσιν· εἰ δὲ ὀρθοὶ ὄντες συγκλείονται καί εἰσιν ὑγροὶ μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ με- τώπου λείου, εὐλαβῆ καὶ εὔβουλον καὶ φιλομαθῆ γλυκύ- νουν τε καὶ ἐρωτικὸν τὸν τοιοῦτον ἄνδρα σημαίνουσιν, εἰ δὲ ξηροί εἰσι, θρασύν καὶ κακομήχανον ἄνδρα καὶ ἄδικον. Matr. εἰ δὲ πρὸς τούτῳ μέτωπον τραχύ, ὀφρῦς συντετα- μένας, βλέφαρα σκληρὰ πεπηγότα ἔχοι τις, ἀγριώτερος τὸν θυμόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος μέντοι ἐπαίνοις καὶ τιμαῖς, πειθόμενος δὲ καὶ δώροις ὁ τοιοῦτος ἀνὴρ φαίνεται. ὅσοι δὲ τὰ βλέφαρα οὐκ ἔχουσιν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ἅμα τὸ βλέμμα ὑπο- κινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι βιάζονται.

---

Adamantius, Physiognomonica (epitome Matritensis), ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg003.local001/.
