# Physiognomonica (epitome Matritensis) 2.25

Adamantius Judaeus, Physiognomonica (epitome Matritensis), Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica-epitome-matritensis/2.25

Ἄνδρα οὐλότριχα πάνυ δειλὸν καὶ κερδαλέον εἶναι λέγε χωρὶς πάσης ἀντιλογίας, τὸν δὲ εὐθύτριχα ἀγριώτερον καὶ ἀνοητότερον. ἀρίστη δὲ κόμη ἡ τὸ μέσον τούτων ἔχουσα. πυκνότης τριχῶν ἄκρως θηριώδη ἄνδρα σημαίνει· οὕτω γὰρ καὶ τῶν θηρίων . . . . . . . . τὸ δὲ τῶν τριχῶν μέσον ἐπαινε- Matr. τόν. μαλακαῖς δὲ πάνυ θριξὶ τετριχῶσθαι γυναικεῖον· οὐ μέντοι γυπὸς τὸ ἦθος ἔχουσι. σκληραὶ τρίχες ἀγαθαί· ἀγριό- τητος γὰρ τὸ τοιοῦτον σημεῖόν ἐστι. μέλαινα κόνμη δειλίαν καὶ πολυκερδίαν δηλοῖ, ἡ δὲ ἄγαν ξανθὴ καὶ ὑπόλευκος, ὁποία Σκυθῶν καὶ Κελτῶν, ἀμάθειαν καὶ σκαιότητα καὶ ἀγριότητα παριστᾷ, τὸ δὲ πράως ὑπόξανθον εἰς εὐμαθίαν καὶ ἡμερότητα καὶ εὐτυχίαν τείνει. πυρρότης δὲ ἄκρατος Matr. ὡς τὸ ῥοιᾶς ἄνθος οὐκ ἀγαθῶν ἀνδρῶν τουτὶ τὸ ση- μεῖον. ὡς ἐπὶ πλεῖστον γὰρ αὐτῶν εἰσι τὰ ἤθη θηριώδη. σκέλη τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ μεγάλαις δυσμάθειαν καὶ ἀγριότητα σημαίνει· ὅσοις δὲ ὀσφύες καὶ μηροὶ χωρὶς τῶν ἄλλων μερῶν πολύτριχές εἰσι, λάγνοι οὗτοι οἱ ἄνδρες 〈καὶ〉 μοιχοί. γαστέρα καὶ στήθη ἐπὶ πολὺ κομῶντα ἰδὼν Μatr. κουφόνυν καὶ ἀλλοπρόσαλλον καὶ ἀσελγῆ λέγε τὸν τοι- οῦτον εἶναι ἄνδρα. στέρνα δὲ αὐτὰ καθʼ ἑαυτὰ τετριχωμένα θριξὶ δασείαις θερμοβούλους, εὐψύχους ἄνδρας σημαίνει. ὤμους δὲ καὶ μετάφρενα τετριχῶσθαι παρομοίους δηλοῖ τοῖς ὄρνι- σιν ἐν ταῖς ψυχαῖς· ὑψηλὰ γὰρ νοήματα καὶ σταθηρὰ δεί- κνυται αὐτῶν τὰ βουλεύματα. τὸ δὲ πᾶν σῶμα σύντριχον πυκνῶς βοώδη τὸν ἄνδρα δηλοῖ ἐν τοῖς νοήμασιν αὐτοῦ. Matr. τοῦ δὲ αὐχένος τοῦ πρὸς τῇ κεφαλῇ δασέος ὄντος δυ- νατὸν καὶ εὔψυχον τὸν ἄνδρα νόει. καὶ τοῦ μετώπου δὲ εἰς τὸ μέσον ἐπιβαίνοντος ἡ χαίτη δὲ ἑκατέρωθεν ὑποχωρεῖ, μεγα- λοψυχίας καὶ πλήρη δυνάμεως δείκνυσι. τρίχες δὲ ὀρθαὶ ἑστῶσαι δειλίαν καὶ κακομηχανίαν τοῦ ἀνδρὸς κατηγοροῦσιν. ὅσοις τῶν ὀφρύων τὰ μὲν πρὸς τὴν ῥῖνα κάτω νεύει, τὰ Matr. δὲ ἐφʼ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους τοῖς χοίροις εἴκαζε· τοιοῦτοι γὰρ καὶ τῇ γνώμῃ καὶ τῇ ψυχῇ. οἱ δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ αὐτοῖς ἡ λύπη.

---

Adamantius, Physiognomonica (epitome Matritensis), ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg003.local001/.
