Ancient Greek
Book 2
Adamantius Judaeus, Physiognomonica (epitome Matritensis) 2.30
Not analysed yet
Εἷδος ἀνδρεῖον ὄρθιον τὸ πᾶν σχῆμα, πλευραὶ καὶ ἄρθρα τοῦ σώματος πάντα ἐρρωμένα, ὀστᾶ μεγάλα, κόμη Matr. σκληρά, κοιλία πλατεῖα καὶ κοίλη, μοι καρτεροί, ὠμο- πλάται εὐρεῖαι διεστηκυῖαι, στέρνα ῥωμαλέα καὶ μετάφρενα, ἰσχία σκληρά, σκέλη σαρκώδη, περὶ τοῖς σφυροῖς καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρόν, οὐ μεγάλοι ὀφθαλμοὶ οὐδὲ πάλιν ἀνεῳγμένοι οὐ μὴν οὐδὲ σφαλίζοντες, ὀφρύες [τε] οὐ τεταμέναι, μέτωπον τέλειον οὐ μήν τε ὀλίγον Matr. φωνή τε ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος μὲν ὁ εὔψυχος καὶ καρτερός.