# Physiognomonica 1-2

Adamantius Judaeus, Physiognomonica, ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/1-2

Φυσιογνωμονεῖν δεῖ καὶ κατὰ μέρη καὶ μέλη ἕκαστα καὶ χροιὰν ἑκάστην καὶ κινήσεις καὶ πνεύματα καὶ φωνὰς καὶ ὅσα ἄλλα ἐστὶ μετὰ τούτων. χρὴ δὲ εἰδέναι, ὡς ἀφʼ ἑνὸς σημείου καθʼ αὐτὸ καὶ ἀπὸ δύο οὐ χρὴ βεβαίως δοκεῖν ἀποφαίνεσθαι, ἀλλʼ ἀπὸ πλειό- νων καὶ μειζόνων τῶν ἀλλήλοις ὁμολογούντων [πάν- των], πάντα δὲ τὰ ἄλλα σημεῖα πρὸς τὰ ἐν τοῖς ὀφθαλμοῖς ἀνακρίνεσθαι. ταῦτα γὰρ ἐπικρατεῖ· εἰ γὰρ τὰ ἐκτὸς τούτοις ὁμολογοίη, ἀψευδὴς ἔσται ἡ φυσιο- γνωμονία. τῶν δὲ ἄλλων σημείων δυνατώτερα μὲν τὰ πλησίον τῶν ὀφθαλμῶν, οἷον μέτωπον, ῥίς, στόμα, παρειαί, κεφαλή· δεύτερα δὲ τὰ ἀμφὶ τράχηλον καὶ στέρνα, τρίτα δὲ τὰ ἀμφὶ ὤμους καὶ χεῖρας καὶ σκέλη καὶ πόδας, ὕστατα δὲ τὰ περὶ γαστέρα. μεγίστη δὲ εἰς ἐπίκρισιν ἡ παντὸς τοῦ ἀνθρώπου ἐπι- πρέπεια ἐπὶ πᾶσι τούτοις φανταζομένη, ἥν ἐπὶ πᾶσι σφραγῖδα πάντων χρὴ ἐφορᾶν. τοῦτο δὲ λόγον μὲν οὐκ ἔχει ἐφʼ ἑαυτοῦ, ἀλλὰ τὰ καθʼ ἕκαστα σημεῖα, τά τε ἐν τοῖς ὀφθαλμοῖς καὶ τὰ ἄλλα ὁμοῦ συντίθησι τὸ πᾶν εἶδος τοῦ ἀνθρώπου. πάντων γὰρ ἀθροισθέντων ἤδη τὸ πιστὸν φαίνεται.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
