# Physiognomonica 1

Adamantius Judaeus, Physiognomonica, ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/1

Τὴν φυσιογνωμονικὴν μέθοδον ἀπό τε Ἀριστο- τέλους ἀναλεξάμενος καὶ ταύτην 〈ἐκ Πολέμωνος〉 ἐπὶ πλέον ἢ ἐξ ἄλλων ἐρανισάμενος αὐτοῖς τε τοῖς ἔργοις ἐπιτυγχάνων τῶν ἀνθρώπων ἐγγυμνασάμενος ἔγνων χρῆναι καθάπερ σηκοῖς ἱεροῖς ὡς ἄγαλμα σεμνὸν ἐνι- δρῦσαι τοῖς γράμμασι μέγα τοῖς μεθʼ ἡμᾶς ἐσόμενον ὄφελος· ἐπεὶ σιγώντων μέν ἐστιν ἀπόκρισις, λαλεῖ δὲ οἷον τοῖς σημείοις ἡ φύσις τοὺς τρόπους ἑκάστου κηρύττουσα. διὸ παραφράσαι μὲν τὰ Πολέμωνος εἱλό- μην τῷ κοινῷ τῆς λέξεως κέρδος κοινὸν τοῖς ἐντευξο- μένοις περιποιούμενος προσθεῖναί τε καὶ τὰ πρὸς ἡμῶν γνωσθέντα τῇ διδασκαλίᾳ, τῷ χρόνῳ δὲ ταῦτα γράψας ἐτήρουν τὴν ἔκδοσιν μετὰ τὸν ἡμέτερον βίον τοῖς φιλο- λόγοις χρήματα καλὰ παιδείας θησαυριζόμενος· οὔτε γὰρ τῶν ἄλλων τι τῶν ἐκπονηθέντων ἡμῖν προῃρούμην ἀγαγεῖν εἰς τὸ μέσον τὴν κατὰ τῶν ζώντων ἐπιβουλὴν ὑφορώμενος ἀπὸ φθόνου μὲν φυομένην, οὐχ ἥκιστα δὲ κατὰ τῶν σπουδαίων ἀκολουθεῖν εἰθισμένην. ἐπεὶ δέ, φίλτατε Κωνστάντιε, παρασχεῖν σοι τοῦθʼ ἡμᾶς προεκαλέσω τὸ σύγγραμμα, τῷ πόθῳ σου παρακληθεὶς δέδωκα τὴν συγγραφὴν μὴ μελλήσας ἑκὼν ἀέκοντί γε θυμῷ κατὰ τὸν Ὅμηρὸν εἰπεῖν. τοσοῦτον ἄρα φιλικὴ χάρις οἶδε μεταθεῖναι κρίσιν βουλήσεως.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
