# Physiognomonica 11

Adamantius Judaeus, Physiognomonica, ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/11

Οἱ χαροποὶ ὀφθαλμοὶ ἀπὸ τῶν μελάνων χωρί- ζονται τῷ αἰόλῳ· πολλὰ γὰρ αὐτῶν τὰ εἴδη. καὶ οἱ μὲν μέλανες ὀφθαλμοὶ ἄνανδρα ἤθη καὶ φιλοκερδῆ καὶ ἄπιστα δηλοῦσιν, οἱ δὲ χαροποὶ τοιοίδε εἰσίν. ἡ μὲν χροιὰ ἐπιπρέπει αὐτοῖς μέλαινα ὡς ἀπλῶς ἰδεῖν, ἐσα- θροῦντι δὲ κέγχροι ἔνεισιν 〈αἱ μὲν〉 πυρραὶ οὐ σφό- δρα, αἱ δὲ λευκαὶ καὶ ἐπιλευκότεραι, ἄλλαι δὲ ὠχραὶ καὶ ἄλλαι 〈κυαναῖ〉 τοῦ ὠχροῦ τῷ πυρρῷ μεμιγμένου ἢ τοῦ μέλανος τούτοις· εἰσὶ δὲ καὶ αἱματώδεις κέγχροι ἐν τοῖς μέλασιν. ἄλλοι δὲ κεγχρωτὰ μὲν οὐ φέρουσι τὰ εἴδη τῶν ὀφθαλμῶν, παντὸς δὲ τοῦ τροχοῦ τὴν ἔξω ἴτυν μέλαιναν φοροῦντες, τὴν ἐπὶ ταύτῃ πυρράν. ἕτεροι δὲ ὑπολευκότερα ἔχουσι τὰ πυρρά. ἐν τοῖς μέλασι τὰ μὴ πάνυ πυρρά, ὁπόσοις πόρρωθεν τὸ μέλαν μόνον ἐπιπρέπει, γενναῖα τὰ ἤθη, συνετά, δίκαια, εὐφυῆ, μεγαλόνοα σημαίνει. ὅσοις δὲ τὰ πυρρὰ ταῦτα πάνυ πυρρά, τετράγωνα καὶ μὴ κεγχρωτὰ ἔνι καὶ ὑπολάμπει ἔσω ὥσπερ πῦρ καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσὶ καὶ ἕτεραι γλαυκαί, ἴτυες δὲ αἱματώδεις ἢ κυαναῖ περιθέουσι τὰς κόρας, [ οὗτοι κάκιστοι· ] μεγάλοι δὲ ὀφθαλμοὶ καὶ στίλβοντες κινού- μενοι δεδορκότες, οἷον θυμούμενοι δεδόρκασιν ἄνθρω- ποι, καὶ τὰ βλέφαρα σφέων ἀναπέπταται, πάντων οὗτοι χείριστοι· λύκων γὰρ καὶ ὑῶν ἀγρίων τοιαῦτα εἴδη, οἱ δὲ καὶ τούτων ὠμότεροι, ἀγριώτεροι, ἁρπακτικώτεροι. ἐν δὲ τοῖς χαροποῖς ὀφθαλμοῖς ὅσον ἂν αἱ κέγχροι 〈πυρρότεραι〉 ὦσιν, ἀγριώτερα τὰ ἤθη, δυσοργητότερα καὶ ὑβριστικώτερα καὶ μοιχιδιώτερα ἀποτελοῦσι· μείζους δὲ οὖσαι ἢ ἐλάσσους ἠπιώτερα σημαίνουσιν. αἱ δὲ αἱματώδεις τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακεῖς ἀν- θρώπους μηνύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμάκων ἐπιστήμονας. οἱ μὲν οὖν ὠχροὶ δολερώτεροι, οἱ δὲ αἱματώδεις ἀβουλότεροι καὶ θερμότεροι. ὅσοις δὲ οὐ κέγχροι εἰσὶ χαροποῖς, ἀλλʼ ἴτυς ἔνεστι πεποι- κιλμένη, τῆς ἴτυος τὸ μέγεθος καὶ τὴν χροιὰν ἐπισκέ- πτου. ἴτυς μέλαινα στενή, ἑτέρα δὲ ἐπὶ ταύτῃ πυρρὰ ἐν ὑγροῖς ὀφθαλμοῖς, εἰ γε μηδὲν ἄλλο ἄτοπον φαί- νοιτο, ἄνδρα δηλοῦσι μεγαλόνουν, συνετόν, δίκαιον, εὐφυῆ, παιδεραστὴν 〈δὲ〉 πέρα τοῦ μετρίου, ἡ δὲ χλωρὰ ἴτυς ἐπὶ τῇ μελαίνῃ δολερόν, ἄδικον, κλῶπα ἀργυρίου, γυναιξὶν αἰσχρῶς ὁμιλοῦντα. ἴτυες αἰόλαι τὴν χροιὰν ταῖς ἴρισιν ἐμφερεῖς ἐν μὲν ξηροτέροις 〈τοῖς〉 ὀφθαλμοῖς μαργοσύνην δηλοῦσιν, ἐν δὲ ὑγροῖς μεγα- λόνοιαν καὶ εὐθυέπειαν καὶ ἀνδρίαν καὶ ὀρθοβουλίαν, ταχύτεροι δὲ εἰς ὀργὴν καὶ εἰς τὰ ἀφροδίσια ἔργα πάντα ἐπτοημένοι.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
