# Physiognomonica 14

Adamantius Judaeus, Physiognomonica, ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/14

Ὀφθαλμοὶ μικροὶ παλλόμενοι κακομηχάνους καὶ δολίους, μεγάλοι δὲ ἀνοήτους καὶ μάργους ἐλέγχουσιν. ὅσοι δὲ ὥσπερ ἐκθρώσκοντες πάλλονται, κακοὶ οὗτοι, ἐὰν μὴ μεγέθους εὖ ἔχωσι καὶ ὑγρὸν καὶ λαμπρὸν βλέ- πωσιν· οἱ γὰρ τοιοῦτοι ὀφθαλμοὶ νοήματα ἁδρά, ὑψηλά, δραστήρια ἔργων μεγάλων παρέχονται, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντες, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγάλαυχοι, κουφόνους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν ὀρέγονται μεῖζον ἢ κατʼ ἀνθρώπους, ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες φθαλ- μοὶ ἀστεργεῖς, ὠμόφρονες , γαστρίμαργοι, λάγνοι, κι- θάρας καὶ αὐλοῦ καὶ μουσικῆς ἥττους. τὰ δὲ ἄλλα ἐκ τῶν ἄλλων σημείων τεκμαίρου. ὀφθαλμοὶ περι- πελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ὁμολογοίη, ἄπιστοι, ἄδικοι, πάντολμοι.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
