# Physiognomonica 17

Adamantius Judaeus, Physiognomonica, ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/17

Ὀφθαλμοὶ οἷς ἡδονὴ καὶ γέλως ἐνοικεῖ οὐ πάντες ἐπαινετοί· εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροί, κρυψίνοοι, κακομήχανοι, κακοῦργοι. ὁπόσοι δὲ ἅμα τῷ γελῶντι ὑποβλέπουσι καὶ ξηροί εἰσι, κάκιστοι ὀφθαλμῶν. καὶ οἱ κοῖλοι δὲ ὀφθαλμοὶ γέλωτα ἔχοντες ὥσπερ λοχῶντες κακόν τι τυρεύουσι. καὶ εἰ τὰ ἐκτὸς τῶν ὀφθαλμῶν κινοῖτο, οἷον μέτωπον καὶ παρειαὶ καὶ ὀφρύες καὶ χείλη, κακὸς γέλως οὗτος. βουλὴν γὰρ ἐπί τινι πονηρὰν ἢ πρᾶξιν ἄδικον σημαίνει. κἂν μὲν πρὸς τῷ σεσηρότι μύωσί τε καὶ ὁρῶσιν ἀτενές, βου- λεύονται ἔργα ἄδικα, εἰ δὲ ἀναπεπταμένους καὶ σεση- ρότας ἔχοιεν, πέπρακται αὐτοῖς ἀθέμιτα ἔργα. τοὺς δὲ καὶ μάλα γελῶντας ἐπιβουλοτέρους καὶ κακουργο- τέρους μαντεύου, εἰ ξηροὶ εἴησαν· εἰ δὲ ὑγροί εἰσιν, ἄκακα μὲν ἤθη, μάταια δὲ παρέχονται, κακῶν ἀπαθῆ, ἀνόητα, ἄστοργα, ἀκόλαστα. ὀφθαλμοὶ μειδιῶντες ἅμα ὑγρότητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, 〈εὐμαθῆ,〉 ἔρωτος πλέα.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
