# Physiognomonica 21-2

Adamantius Judaeus, Physiognomonica, ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/21-2

Τράχηλος ὁ μὲν πάνυ μακρὸς καὶ λεπτὸς δειλῶν καὶ κακοήθων, ὁ δὲ παχὺς ἅμα μήκει θυμικῶν καὶ μεγαλαύχων αὐθαδῶν τε, ὁ δὲ μετρίως μήκους ἔχων καὶ πάχους εὐπαγής τε καὶ ῥωμαλέος ἀλκίμων, εὐμαθῶν, εὐφυῶν πρὸς ἀρετήν, λαγαρὸς δὲ καὶ ἀσθενὴς παν- ούργων, κακομηχάνων. ὁπόσοις ὁ τράχηλος νεύροις κατατείνεται, σκαιοὶ οὗτοι· εἰ δὲ καὶ ἄλλα σημεῖα συμ- βαίνει, [καὶ] μωραίνουσι καὶ μανίᾳ ἐπιλαμβάνονται. καὶ οἱ μεγάλα 〈δὲ〉 ἀγγεῖα περὶ τῷ τραχήλῳ πεπλεγ- μένα ἔχοντες ἐμφανῆ σκαιοί· οἱ δὲ ὑπερφυῶς παχυ- τράχηλοι δυσόργητοι, σκαιοί, ἀμαθεῖς, ὑώδεις· οἱ δὲ κολοβοτράχηλοι θρασύδειλοι. ὅσοις δὲ τῶν ἐπαυχενίων σπονδύλων τραχέων ὄντων ἐξέχει πολὺ τῶν ἄλλων ὁ κατὰ τὴν συμβολὴν τῶν ὠμοπλατῶν, ὅθεν ἐκφύεται τράχηλος, οὗτοι ὑβρισταί· οἱ δὲ σκληροτράχηλοι ἀμα- θεῖς, 〈οῖ δὲ ὑγροτράχηλοι εὐμαθεῖς〉. τραχὺς αὐχὴν ὥσπερ λοφιὰ ἀμαθοῦς σὺν ὓβρει. τράχηλον πεπηγότα ἀκλινῆ σκαιὸν καὶ αὐθάδη 〈λέγε〉 καὶ ἀμαθίαν δὲ ἀνα- τίθει. τισὶ δὲ διὰ μωρίαν γίνονται ἀκλινεῖς τράχηλοι, οἷς καὶ τὰ ἄλλα σημεῖα συμβαίνει ἄλλοι δὲ ἀκλινεῖς τραχήλους ἔχοντες οἰακίζουσιν ἑαυτοὺς καὶ τείνουσι τέχναις καὶ πόνοις μεγάλοις μάλα κεκλασμένους ὄντας. οὗτοι δὲ ἀνδρόγυνοι ὄντες εἶτα ὀρθοῦντες αὐτοὺς οἴονται τὴν μαχλοσύνην ἐπικρύπτειν, κατηγοροῦσι δὲ αὐτῶν χειλῶν σπασμὸς καὶ ὀφθαλμῶν παρατροπὴ καὶ ποδῶν παραφορὰ καὶ ὀσφύος κίνησις καὶ χειρῶν ἄλυς καὶ φωνῆς κραυγή. καὶ γὰρ οἱ τράχηλοι αὐτῶν οὐ διαρκῶς πεπηγέναι δύνανται, ἀλλʼ ὑποτρέμουσιν ἅτε τῆς τάσεως βιαζομένης. ἡ δὲ τραχήλου κλάσις ὡς ἐπὶ τὸ πλεῖστον ἀνδρογύνου, εἰ καὶ τὰ ἄλλα σημεῖα συν- τρέχει, τὸ δὲ αὔταρκες τῆς τάσεως καὶ τῆς εὐπηξίας ἄριστον. ἄνω ἐστραμμένος τράχηλος ὑβριστοῦ καὶ ἀνοήτου καὶ ὑποχαύνου, εἰ μὴ ἄρα διὰ μανίαν αὐτὸ ποιεῖ· ὁ δὲ ἐπικεκυφὼς τράχηλος δύναται μὲν μωρόν, δύναται δὲ ἔπθʼ ὅτε καὶ φροντιστὴν καὶ φειδωλὸν καὶ κακοήθη καὶ ἔξω ἁπλότητος καὶ εὐθυμίας καὶ πραότη- τος σημαίνειν. τράχηλος εἰς τὰ δεξιὰ βλέπων κοσμίου καὶ φροντιστοῦ καὶ σώφρονος, εἰς δὲ τὰ λαιὰ μάχλου καὶ ἀνοήτου. εἰς ὁπότερον δὲ ἂν ᾖ μέρος ἄλλο κεκλι- μένος, οὐκ ἀγαθός· βεβλάφθαι γὰρ τὰς φρένας δηλοῖ.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
