# Physiognomonica 26

Adamantius Judaeus, Physiognomonica, ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/26

Μέτωπον στενὸν οὐκ ἐλάχιστον σημεῖον ἀμα- θίας, καὶ τὸ λίαν δὲ μέγα νωθείας ὡς τὸ πολύ. μέ- τωπον μακρὸν εὐαισθησίαν καὶ εὐμάθειαν δείκνυσι. μήτε πάνυ χθαμαλὸν ἐπαίνει μέτωπον, ἄνανδρον γάρ, μήτε κυρτὸν καὶ ὑψηλὸν καὶ περιφερές, ἀναισχυντίαν γὰρ καὶ ἀναισθησίαν σημαίνει. μηδὲ μὴν τραχεῖ με- τώπῳ χαῖρε μηδὲ ὥσπερ λόφους καὶ ὀρύγματα ἔχοντι ἐν ἑαυτῷ· πανουργίας γὰρ καὶ ἀπιστίας κατήγορα πάντα τὰ τοιαῦτα, ἔσθʼ ὅτε δὲ καὶ μωρίας καὶ μανίας συν- τρεχόντων καὶ τῶν ἄλλων σημείων. μέτωπον τετρά- γωνον μεγέθους εὖ ἔχον καὶ κατὰ λόγον τοῦ ἄλλου εἴδους ἄριστον εἴς τε ἀνδρίαν καὶ σύνεσιν καὶ μεγα- λόνοιαν κέκριται. οἱ κατηρεφῆ μέτωπα ἔχοντες αὐθά. δεις, οἱ δὲ πάνυ τεταμένα ἀμέριμνοι, οἱ δὲ ῥυσσὰ φροντισταί.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
