# Physiognomonica 28

Adamantius Judaeus, Physiognomonica, ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/28

Πρόσωπον τὸ πᾶν ἀνθρώπου σαρκῶδες μὲν ὂν εὐπαθοῦς καὶ ἡβῶντος ἀνδρός, ἄσαρκον δὲ φροντιστοῦ καὶ ἐπιβούλου. μικρὰ δὲ πρόσωπα μικρὰ καὶ ἤθη λέγει. τὰ δὲ λίαν μεγάλα νωθείαν καὶ ἀμαθίαν κατη- γορεῖ. προσώπῳ δὲ μάλιστα ἐπιφαίνεται μεγαλοπρέπεια καὶ ἀνελευθερία καὶ 〈εὐήθεια καὶ〉 κακοήθεια. ἔστι γὰρ καὶ ἀνιαρὸν πρόσωπον καὶ σπουδῆς πλῆρες καὶ παιδιᾶς καὶ εὐμειδές τε καὶ ἀμειδὲς καὶ ὀδυρτικὸν καὶ ὑπνηλὸν καὶ ἐγρήγορον, καὶ τὰ ἄλλα ὡς ἔχει φύσεως εὖ μάλα φαίνεται. ὁποίῳ οὖν πάθει ἔοικε, κατὰ τοῦτο χρὴ φυσιογνωμονεῖν. σπασμοὶ προσώπου καὶ παρειῶν, εἰ μὲν ἐπὶ στυγναῖς προσόψεσιν εἶεν, μανίαν ἢ μωρίαν, εἰ δὲ ἐπὶ φαιδραῖς, μαχλοσύνην δηλοῦσιν.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
