# Physiognomonica 31

Adamantius Judaeus, Physiognomonica, ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/31

Οὐκ αὐτοτελῆ εἰς τὸ φυσιογνωμονῆσαι τὰ ἀπὸ τῶν χροιῶν καὶ τριχῶν σημεῖα, ὅθεν οὐδὲ κατὰ ἔθνη ῥᾴδιον ἀποφήνασθαι, ὅστις ἀπὸ τοῦδε τοῦ ἔθνους, ἄλλως τε καὶ διὰ τὸ ἐπιμεμῖχθαι ἀλλήλοις τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ Σύρους μὲν ἐν Ἰταλίᾳ, Λίβυας δὲ ἐν Θρᾴκῃ καὶ ἄλλους ἀλλαχοῦ διεσπάρθαι. ὡς δὲ 〈ἐπὶ τὸ〉 πολὺ οἱ μὲν ὑπὸ τῇ ἄρκτῳ οἰκοῦντες εὐμήκεις εἰσί, ξανθοί, λευκοὶ τὰς κόμας, ἁπαλότριχες, γλαυκοί, σιμοί, παχυσκελεῖς, περιπληθεῖς σαρκὶ λαγαρᾷ, προ- γάστορες, ἁπλοῖ, θυμοειδεῖς, ὀλιγόβουλοι, θερμόβουλοι, δυσμαθεῖς, οἱ δὲ ὑπὸ τῇ μεσημβρίᾳ μελανότριχες, οὐλό- ριχες, μελανόφθαλμοι, λεπτοσκελεῖς, εὐμαθεῖς, πολυ- γνώμονες, κουφόνοοι, ψεῦσται, κερδαλέοι, ἐπίκλοπα νοή- ματα ἔχοντες. ἧσσον δὲ καὶ μᾶλλον ἑκάτεροι αὐτῶν ἕκαστα τούτων ἔχουσιν, ὅσῳ προσεχεῖς μᾶλλόν εἰσιν ἢ πάλιν διαστήματι πλείονι κεχωρισμένοι τῆς μεσημ- βρίας ἢ τῆς ἄρκτου. τὰ δὲ μέσα τῆς οἰκήσεως μέσην ἔχει τὴν ἰδέαν καὶ συμμιγῆ 〈τά τε〉 σημεῖα καὶ τὰς γνώμας. οἱ δὲ ἑῷοι καὶ ἑσπέριοι, καθὸ μεσημβρινώ- τεροι καὶ ἀρκτικώτεροί εἰσιν, αὐτοὶ ἑαυτῶν διαφέρουσιν. ἔχουσι γὰρ διαφορὰν Λιβύων οἱ τὰ ἄκρα τῆς Λιβύης τὰ ἑσπέρια νεμόμενοι καὶ Ἰβήρων οἱ εἰς τὴν ἔξω θά- λασσαν καθήκοντες, καίτοι ἀμφότεροι ἑσπέριοί εἰσιν· ἀλλὰ οἱ μὲν Λίβυες Αἰθίοψιν ὅμοιοι, οἱ δὲ Ἴβηρες Κελτοῖς. ὡς γὰρ ἐν βραχεῖ δηλῶσαι, ἡ μὲν μεσημ- βρία ξηρότητι καὶ θερμότητι ὡς ἐπὶ τὸ πλεῖστον κέ- κραται, ἡ δὲ ἄρκτος ὑγρότητι καὶ ψυχρότητι· τὰ δὲ ἄλλα χωρία, καθόσον τούτων ἑκατέρᾳ πλησιάζει, καὶ τῆς κράσεως 〈μεταλαμβάνει καὶ φύει τά τε ἄλλα καὶ ἀνθρώπους κατὰ λόγον τῆς οἰκείας κράσεως〉 τά τε εἴδη καὶ τὰ ἤθη παρεχομένους, πλὴν αἴτιον τοῦ ποικίλους εἶναι γεγένηται τὸ πολλοὺς ἀπὸ ἄλλων ἐθνῶν εἰς ἕτερα μετελθόντας κατῳκηκέναι.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
