# Physiognomonica 36

Adamantius Judaeus, Physiognomonica, ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/36

Περὶ δὲ τῶν ἐν ὀφθαλμοῖς χροιῶν εἴρηται μὲν ἤδη, καὶ ἐνταῦθα δὲ ὅσα ἡ χρεία ἀπαιτεῖ λεχθήσεται. ὅσοι ὀφθαλμοὶ ὑποφοινίσσουσιν, εἰ μὲν ἅμα ξηρότητι διακαεῖς εἶεν, ὀργίλους εἶναι λέγων οὐκ ἂν ἁμάρτοις· εἰ δὲ ἅμα ὑγρότητι, οἰνόφλυγες. γλαυκότης ἐν ὀφθαλ- μοῖς ἀγριώτερον, μελανότης ἡμερώτερον· γλαυκὰ γὰρ τῶν ἀγρίων ζώων τὰ πλείω, τὰ δὲ ἥμερα μελανόμματά πως εὑρήσεις. τῶν δὲ γλαυκῶν τὸ μὲν λίαν λευκὸν δειλόν, τὸ δὲ χολῶδες ἄγριον, τὸ δὲ ταῖς ἐλαίαις κατὰ τὴν χροιὰν ὅμοιον ἄλκιμον· τοῦ γε μὴν μέλανος τὸ μὲν πάνυ μέλαν δειλόν τε καὶ δολερόν, τὸ δὲ ὑπό- ξανθον καρτερόν τε καὶ μεγαλόψυχον. τὰ γὰρ μαρμα- ρύσσοντα ὄμματα μαργοσύνην κατηγορεῖ, τοιοῦτον γὰρ καὶ ἡ αἲξ βλέπει, τὰ δὲ πυρώδη ἀναισχυντίαν, κυνὸς γὰρ τοῦτο τοῖς ὀφθαλμοῖς τεκμαίρου. ὠχρὰ δὲ ὄμματα καὶ ἀλλοχροίας ἔχοντα πτῶκα ἄνδρα καὶ ὑποπτευτὴν σημαίνει. στίλβοντες ὀφθαλμοὶ ἀφροδίσιοι, οἵους ἔχου- σιν οἱ ὄρνιθες.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
