# Physiognomonica 41

Adamantius Judaeus, Physiognomonica, ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/41

Πνεῦμα τὸ λίαν ἀτρεμοῦν, ὡς ἀπνόῳ ἐοικέναι, φροντιστοῦ ἀνδρός· ὁποία δὲ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν μάνθανε. εἰ δὲ ἀτρεμὲς ἂν ἐπὶ πολὺ ἀθρόως ἐπίοι ὤσπερ ἐκ παλιρροίας καὶ πλημμυρίδος, λύπῃ τινὶ συνέχεται. εἰ δὲ καὶ κεφαλὴν ἐπικινῶν ἅμα ἐπιστένει, μετανοεῖν ἔοικε κακόν τι δράσας ἢ εἰπών. ἐὰν δὲ δεδορκόσι τοῖς ὀφθαλμοῖς ταῦτα ποιῇ, προβουλεύει κακὰ μᾶλλον ἢ μετανοεῖ. πνεῦμα λεῖον σχολῇ καὶ ἀψοφητὶ χωροῦν τὴν γνώμην εὖ ἔχειν δηλοῖ. ὅταν δὲ ποβρυχᾶται καὶ μεγάλα ἀναπνέῃ, ἀγριότητα καὶ οἰνο- φλυγίαν κατηγορεῖ· οἱ δὲ ἀσθματίαι, ὁπόσοις καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι, παντορέκται, παντοεπεῖς. ὅσοι δὲ μετάρσιον ἐμπνέουσι καὶ αὐτοῖς πυκνόν τε καὶ ἐλαφρὸν τὸ πνεῦμα ἐν ταῖς ῥισὶν ἐμπνεῖ, δειλία καὶ ἀθυμία ἐν τούτοις ἐστί· γί- νονται δὲ καὶ ἀνδρόγυνοι, ὅταν τὰ ἄλλα σημεῖα συμ- μαρτυρῇ.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
