# Physiognomonica 42

Adamantius Judaeus, Physiognomonica, ΣΟΦΙΣΤΟΥ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/adamantius-judaeus/physiognomonica/42

Φθέγγεσθαι βαρὺ πάνυ καὶ σαθρὸν ἀνοήτῳ καὶ ὑβριστῇ καὶ γαστριμάργῳ πρέπει· ἠχὴ δὲ κακοηχε- στέρα βληχωδεστέρα ἀναισθήτου. ὅσοι δὲ ἀπὸ βαρέος ἀρξάμενοι φθόγγου εἰς ὀξὺν τελευτῶσιν, ὀδύρται, δύσ. θυμοί· ὁξὺ δὲ καὶ αὐχμηρὸν φθέγγεσθαι ποικίλου ἀνδρός ἐστιν. ὁ δὲ ὁξὺ καὶ μαλακὸν καὶ εὐκαμπὲς φθεγγόμενος ἀνδρόγυνον ἐπισημαίνει. ὅσοι δὲ κοῖλον καὶ βαρὺ καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ ἤθη καὶ μεγαλόνοια αὐτοὺς κοσμεῖ καὶ δικαιότης. ὅσοι δὲ μαλακόν τε καὶ βαρὺ φθέγγονται, ἤπια καὶ τούτοις τὰ νοήματα. οἱ δὲ κλαγγηδὸν φθεγγόμενοι ὀξύ τε καὶ ρνίθιον φθέγμα ἱέντες μάργοι καὶ χαῦνοι καὶ μετάρσια νοοῦντες. ἀσθενὴς δὲ φωνὴ καὶ ἅμα γοερὰ φιλοκερδῆ καὶ ἀνιαρὸν καὶ ὕποπτον ἐν πᾶσιν ἄνδρα σημαίνει. ὁπόσοι δὲ ἐν ῥινὶ φθέγγονται, ψευδεῖς, κακοήθεις, βάσκανοι, πήμασιν ἄλλων χαίροντες. σφοδρὸν φθέγ- γεσθαι καὶ ὑπόσαθρον ὀργὴν καὶ βίαν καὶ ἀνομίαν καὶ μισανθρωπίαν σημαίνει. ὀξὺ δὲ καὶ ἀσθενὲς φθέγγεσθαι ἀργίας καὶ δειλίας, ταχὺ δὲ ἀβουλίας καὶ ἀνοίας σημεῖον. οἱ χαλεπῶς φθεγγόμενοι κακοὶ καὶ ἀνόητοι ὡς ἐπὶ τὸ πολύ. εἰ δέ τι ἄλλο, καὶ φωνὴν τῶν ζώων πρὸς ἕκαστον, ὅτῳ ἄν τις ὅμοια φθέγγηται, ἀναφέρειν τε χρὴ καὶ διαιρεῖν εἰς τὸ ὅμοιον ἦθος. οἱ μὲν γὰρ κυσίν, οἱ δὲ πιθήκοις, οἱ δὲ ὄνῳ, οἱ δὲ ἵπποις, οἱ δὲ ἄρκῳ, ἄλλοι δὲ προβάτῳ καὶ ἄλλοις ζώοις ὁμοίαν φθογγὴν ἀφιᾶσιν. εἰδέναι γε μὴν καθόλου προσήκει, ὡς ἐν κινήσει καὶ φωνῇ καὶ χροιᾷ καὶ μεγέθει καὶ μελῶν ἁρμονίᾳ τὸ μέσον τῆς κράσεως χρηστὸν ὡς τὸ πολύ, τὸ δὲ ἐναντίον κακόν.

---

Adamantius Judaeus, Physiognomonica, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0731.tlg001.local001/.
